1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

45

ἐπειδὴ γὰρ ἑνὸς πατρὸς φύσει καὶ οὐ δημιουργικῇ ἐνεργείᾳ προῆλθον αἱ μακάριαι ὑποστάσεις αὖται, εἰς τὸν αὐτὸν ἕνα ἀνάγονται. 2.22 ἵνα γὰρ μή τις ὑποπτεύσῃ ἀρχὴν αὐτοῦ εἶναι ἢ πέρας, ἀλλ' ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτοῦ προόδου πιστεύσῃ ἀληθῶς αὐτὸ πνεῦμα εἶναι τοῦ θεοῦ, ἀναπνευσθὲν ἀνάρχως, καὶ οὐ γενόμενον, ὡς ἓν τῶν ἄλλων λειτουργικῶν πνευμάτων, διδάσκων ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγει· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται». οὐκ εἶπεν δὲ «κτίζεται». πᾶσα μὲν γὰρ γέννησις καὶ ἐκπόρευσις διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· μάλιστα δὲ διαφερόντως ἡ ἀπὸ τοῦ ἑνὸς πατρὸς καθ' ἕνωσιν τῆς ἑαυτοῦ θεότητός ἐστι γέννησις καὶ ἐκπόρευσις. 2.23 ἀλλ' ἐπὶ μὲν τῶν κτισμάτων ἡγεῖται τῷ χρόνῳ ὁ πρωτότυπος· ἐπὶ δὲ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ συνυφεστώτως καὶ συμπροεληλυθότως. 2.24 συνᾴδων δὲ τῷ κυρίῳ καὶ Ἰωάννης ἐκήρυξεν τοῦ ἁγίου πνεύματος τὸ πρὸς τὸν πατέρα ἴσον καὶ ἀπαράλλακτον καὶ ὡς μερικὴ αὐτοῦ χάρις ὅλον, ὡς ἂν εἴποι τις, τὸν ἀπερίγραφον θεὸν πατέρα περιλαμβάνον, καὶ ὡς μερικὴ χάρις παρὰ πιστοῖς εὑρισκόμενον δείκνυσιν, εἰπών· «ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν». ὃν τρόπον ὁ υἱὸς εἶπεν· «ὁ ἑορακὼς ἐμὲ τὸν πατέρα·» καί· «ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον.» 2.25 οὐδὲν γὰρ ὅλως κατ' οὐσίαν ἢ κατὰ χρόνον ἢ δόξαν ὕφεσιν ἔχον δύναται τὴν ὅλην ἐκφαίνειν ἀλήθειαν ἢ ὁμοειδὲς τυγχάνειν καὶ ἴσην ἔχειν ἐπίγνωσιν· οὔτε δέ τις τύχοι ἂν μετοχῆς θεότητος ἀληθοῦς διὰ κτίσματος· 2.26 δίδοται δὲ τὸ ἅγιον πνεῦμα, οὐ κατατομῆς μερισμοῖς, ἀλλὰ τῷ λόγῳ τῆς μετουσίας, καὶ τοῦ μὴ νοεῖσθαι ἑτεροφυῶς ἢ ἑτερογνωμόνως τοῦ πατρὸς οἰκεῖν ἐν ἡμῖν. 2.27 ἔδειξεν δὲ ἅμα «ὁ τῆς βροντῆς υἱὸς», ὡς ἔνθα ἐστὶ τὸ ἅγιον πνεῦμα, πάρεστιν ὁ θεὸς πατήρ, οὗ πνεῦμά ἐστιν· ὅπερ καὶ αὐτὸς ὁ θεὸς προανεφώνησεν, εἰπών· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.» 2.28 ὡς πάλιν τὸ ἀντικείμενον δηλοῖ, ὅτι εἴ τις τὸ πνεῦμα τοῦ θεοῦ ὡς θεὸν ἀληθινὸν οὐκ ἔχει, οὐδὲ τὸν πατέρα ἔχει· παρ' οἷς δὲ μὴ οὗτός ἐστιν, οὐδὲν ἀληθὲς οὐδ' ἀσφαλὲς οὐδὲ βέβαιον. 2.29 ὡς τὸ ἔμπαλιν ὁστισοῦν λέγων περὶ αὐτοῦ, κἂν αἱρετικὸς ὢν τύχοι, ἐὰν ἐρωτηθῇ, περὶ ποίου διαλέγεται πνεύματος, λέγει· «τοῦ ἁγίου»· καὶ εἰ αὖθις πάλιν πεῦσις αὐτῷ προσενεχθείη, «ποίου ἁγίου», ἀνάγκη αὐτὸν εἰπεῖν εἰς φανερωτάτην δήλωσιν· «τοῦ πνεύματος τοῦ θεοῦ», ὡς τῶν ἄλλων μὴ οὐσιωδῶς ὄντων αὐτοῦ. 2.30 μοχθηροὶ δὲ ἑαυτοῖς τε καὶ τοῖς ἀκούουσιν γινόμενοι αἱρετικοί, βιαίοις ἐπιχειρήσεσιν συκοφαντοῦσι τοὺς ἡμῶν καὶ αὐτῶν ἀμείνους καὶ μέγιστον διαφέροντας καὶ περὶ τοῦ ἁγίου πνεύματος χρήσαντας ἁγίους· οἷς οὐκ ἐναντία νομοθετητέον. 2.31 φασὶν γὰρ κατὰ λέξιν οὕτως· «ὅταν οὖν λέγῃ ὁ θεός· «ὁ παῖς μου Ἡσαῖας·» καὶ, «υἱὸς πρωτότοκός μου Ἰσραήλ», ἡ «μοῦ» συλλαβὴ ἔχειν τι κοινὸν τὴν ἀνθρωπείαν φύσιν πρὸς τὴν τοῦ θεοῦ δείκνυσιν; ὥσπερ οὖν, φησίν, τοῦτο εἶπεν ὡς τοῦ εἶναι αὐτοῖς αἴτιος. οὕτως καὶ τὴν ψύχωσιν αὐτῶν «πνεῦμά μου» προσεῖπεν.» 2.32 εἴ τις δὲ αὐτοῖς τῆς ἀληθείας καὶ ἀκριβείας λόγος ὑπῆν, οὐκ ἂν τηλικαῦτα ἔπταιον. πρῶτον μὲν γὰρ αὐτῷ τῷ φάναι «Ἡσαῖαν» καὶ «Ἰσραὴλ» ἀνθρώπους ἐδήλωσεν· προσέθηκεν δὲ κατ' ἐξαίρετον αὐτοῖς τὸ «μοῦ» ὡς αὐτῷ ταῖς πράξεσιν προσήκουσιν. 2.33 τὸν Ἡσαῖαν δὲ «παῖδα» ἐκάλεσεν, τουτέστιν οἰκέτην, τὸν δὲ Ἰσραὴλ «πρωτότοκον», ὡς πρῶτον ἀρξάμενον λατρεύειν αὐτῷ, καὶ ὄντα τῇ περὶ αὐτὸν διαθέσει καὶ φροντίδι τοῦ θεοῦ ἐν τάξει υἱοῦ. 2.34 ὥστε τὸ «μοῦ» ἐπὶ τοῦ ἀληθινοῦ υἱοῦ καὶ τοῦ ἀληθινοῦ πνεύματος λεγόμενον παρὰ τοῦ θεοῦ τὴν οἰκείωσιν τῆς φύσεως δηλοῖ: ἐπὶ δὲ τῶν ἄλλων πάντων τὸ αὐτῷ κατὰ δεσποτείαν ἢ πίστιν διαφέρειν· ὡς καὶ ἡμεῖς εἰώθαμεν λέγειν ἐπὶ μὲν τῶν ὁμοουσίων ἡμῖν «ὁ υἱός μου, τὸ πνεῦμά μου», ἐπὶ δὲ τῶν ἄλλων· «ὁ ἀγρός μου, ὁ ἵππος μου», ἀλλὰ καὶ «ὁ θεός μου». 2.35 ὃν τρόπον γὰρ τὸν τῆς θείας φύσεως ἐνυπόστατον λόγον οὐ τὸ ἁπλῶς καὶ