1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

64

ἐφήκειν ὁμολογοῦμεν. τὸ δὲ ἅγιον πνεῦμα ἀλήθεια προσηγόρευται καθὰ ὁ πατὴρ καὶ ὁ υἱός, ἐπειδὴ τῆς αὐτῆς μιᾶς ἐστιν θεότητος, οὐδὲν ἔχον πολυσχιδὲς ἢ διαφωνοῦν. μαρτυρεῖ δὲ περὶ μὲν τοῦ πατρὸς καὶ ἑαυτοῦ ὁ υἱὸς λέγων· «πάτερ, ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν,» καὶ πάλιν· «ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια,» περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη. 6.15ν ὅτι οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ ἅγιον πνεῦμα, καὶ ὅτι διὰ τὴν πρὸς τὸν πατέρα ἰσότητα, τὸ ἀνάπαλιν ὁ θεὸς οἶδεν τὰ τοῦ ἁγίου πνεύματος. ἡ κτίσις οὐκ οἶδεν τὰ τοῦ θεοῦ· ὑπερβαίνει γὰρ αὐτήν, καὶ οὐδὲν πρὸς τοιαύτην εἴδησιν ὁρμῆσαι τολμᾷ, κἂν ᾖ τῶν εὐδοκίμων· ἐπειδὴ γνῶναι τὰ τοῦ θεοῦ εἰς πάμπαν ἀδύνατον τῇ μὴ οὔσῃ τῆς αὐτῆς φύσεως καὶ τὴν αὐτὴν γνῶσιν τῷ θεῷ κεκτημένῃ, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν ἐν Ἰωάννῃ· «ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ ὁ κύριος αὐτοῦ,» καὶ ὡς ἔγραψεν Πέτρος· «ἔστιν ἃ νῦν ἀναγγέλλει ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι.» τὸ δὲ ἅγιον πνεῦμα ὅτι ἐπίσταται ὡς ὁμοούσιος θεός, ὁ ἀπόστολος Κορινθίοις ἐπέστειλεν, ὡς προείρηται. καὶ πάλιν τὴν μεγαλειότητα τοῦ πνεύματος καὶ τὴν πρὸς τὸν πατέρα ἰσότητα παριστῶν, ἰσόρροπον ἐκείνῳ γράφει· «ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ πνεύματος.» καθὰ γὰρ μέγα τι λέγων περὶ τοῦ πατρὸς, εἶπεν εἰδέναι αὐτὸν τοῦ πνεύματος τὸ φρόνημα, οὕτω τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως καὶ θελήσεως καὶ τὴν ἰσότητα τῆς ἀξίας καὶ δυνάμεως τοῦ ἁγίου πνεύματος παριστῶν, ἔγραψεν μόνον αὐτὸ εἰδέναι τὰ τοῦ πατρὸς καὶ τὰ βάθη αὐτοῦ ἐρευνᾶν καὶ τὰς ἀγνώστους ἐκείνου νοήσεις, ἃς χρὴ καὶ ἡνίκα δεῖ τοῖς ἀξίοις ἐκφαίνειν. τὸν δὲ Πέτρον, ὡς προείρηται, γράψαι· ἀπεστάλη ἀπ' οὐρανοῦ τὸ πνεῦμα· νοείσθω, ᾧ τρόπῳ νοεῖται τό· ἀπεστάλη ὁ υἱός. ὡς λόγος γὰρ ἐκεῖνος, καὶ τοῦτο ὡς ῥῆμα καὶ πνεῦμα τοῦ θεοῦ ἀπεστάλη. καὶ διὰ τὸ εἰδέναι, ὅτι τὰ παρὰ τοῦ Χριστοῦ ἢ τοῦ ἁγίου πνεύματος λεγόμενα λέγεται καὶ παρὰ τοῦ πατρὸς διὰ τὸ ἓν θέλημα, τὰ τοιαῦτα κεῖται ῥήματα. οὔτε γὰρ ἀγνοεῖ ἢ πέμπεται ὡς δοῦλον, οὔτε ἀφ' ἑαυτοῦ λαλεῖ ἢ ποιεῖ ἢ ἔρχεται ὡς ἀντίθεον. 6.16ν ὅτι οὐδεὶς ὁρᾷ τὸν θεὸν καὶ πατέρα, εἰ μὴ μόνος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, καὶ πρὸς τοὺς λέγοντας· οὐ γέγραπται οὖν, φησίν, ὅτι οἱ ἄγγελοι βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός; ἡ κτίσις οὐχ ὁρᾷ τὸν θεὸν καὶ πατέρα οὕτως, ὡς ἔστιν· ἑτέρᾳ γὰρ φύσει τοῦτο ἀχώρητον καὶ ἀβάστακτον ὑπάρχει· καὶ πρὸς αὐτήν ἐστιν τό· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται.» αἱ δὲ γραφαὶ λέγουσιν, ποτὲ μὲν τὸν υἱὸν μόνον, ποτὲ δὲ τὸ ἅγιον πνεῦμα μόνον ὁρᾶν ἢ εἰδέναι τὸν θεὸν πατέρα, ἐπειδὴ ἐν μονάδι θεότητος ἡ τριάς, ὡς ἡνίκα ὁ σωτὴρ παρὰ Ἰωάννῃ λέγει· «οὐχ ὅτι τὸν πατέρα τις ἑόρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ θεοῦ· οὗτος ἑόρακεν τὸν πατέρα.» ἔστιν δὲ ἐκ τοῦ θεοῦ κατὰ φύσιν ὁ υἱὸς γεννητικῶς, καὶ τὸ ἅγιον πνεῦμα ἐκπορευτικῶς· καὶ πάλιν· «οὐδὲ γὰρ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ,» καὶ ὡς ὅταν ἰδικῶς περὶ τοῦ ἁγίου πνεύματος, ὡς προελέχθη, Παῦλος Κορινθίοις γράφει, καὶ ὡς Ἠσαῖας προφητεύει· «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα γνώσεως καὶ εὐσεβείας.» οὐ γέγραπται οὖν, φησίν, Ματθαίῳ ἀπὸ τοῦ σωτῆρος· «ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς;» ναί· ἀλλὰ βλέπουσιν, οὐχ ὅσος καὶ οἷός ἐστιν ὁ θεός, ἀλλὰ καθ' ὅσον αὐτοὶ χωροῦσιν. ὁ δὲ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα διὰ τὸ ταὐτὸν τῆς θεότητος ὁρῶσιν οὕτως, ὡς ἔστιν ὁ ἀμεγέθης καὶ ἀνείδεος θεός. 6.17ν ὅτι τὸ ἅγιον πνεῦμα τὴν κτίσιν υἱοθεσίας ἀξιοῖ· αὐτὸ δὲ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ ἐκπορεύεται. ἡ κτίσις ἡ λογική, ὅταν ἀξία γένηται ἀνακαινισμοῦ καὶ υἱοθεσίας, ὑπὸ τῆς πανδυνάμου χάριτος τοῦ ἁγίου πνεύματος τούτων ἀξιοῦται, ἐπειδὴ οὐ κτίσμα, ἀλλὰ θεὸς ὑπάρχει, οἷος ὁ κτίσας τὸ πρῶτον. 6.18ν ὅτι οὐχ ὑμνεῖ ὡς ἡ ἄλλη κτίσις· ἐπειδὴ αὐτὸ τῶν ὑμνημένων ἐστι. ἡ κτίσις