1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

54

«τὸ πνεῦμα διαμαρτύρεταί με κατὰ πόλιν λέγον.» ἀπεικασμένον τε τῷ λέγοντι δεσποτικῷ ῥήματι· «ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων,» τό· «οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, κατῆλθον εἰς Σελεύκειαν.» 5.22 καὶ ἴσον τὸ γράφειν· «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λαλοῦντος Χριστοῦ», τῷ γράφειν, ὅτι· «ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος· μὴ ἀνάβαινε εἰς Ἰερου σαλήμ.» συγγενές τε τῷ· «ὁ υἱὸς ζωὴ αἰώνιος» τὸ ὑπὸ αὐτοῦ λεχθέν· «τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ἁγίου πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν,» καὶ τῷ· «μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν» τό· «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου.» 5.23 καὶ ἔοικεν σφόδρα τὸ ἐν ταῖς πράξεσι τοιῶσδε εἰρημένον· 5.23 «ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήθησαν ἅπαντες πνεύματος ἁγίου», καὶ τὸ ὑπὸ Ἰωάννου λεχθέν· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί» τῷ χρησμῳδηθέντι ὑπὸ μὲν Μωυσέως· «ὁ θεὸς πῦρ καταναλίσκον·» ὑπὸ δὲ Ἠσαίου· «ἰδοὺ κύριος ὡς πῦρ ἥξει.» καὶ συνᾴδει τῷ φάναι· «περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώ ματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ» τὸ γεγράφθαι· «περιτομὴ καρδίας ἐν πνεύματι.» 5.24 καὶ εἰ ἐμπρέπει περὶ τοῦ θεοῦ λέγεσθαι τὴν Πέτρου φωνήν· «μετανοήσει ἕκαστος ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ βαπτισθήτω εἰς τὸ ὄνομα κυρίου Ἰησοῦ, καὶ σω θήσεται·» ἄρα τῷ θεῷ ἀπαράλλακτον τὸ πνεῦμα αὐτοῦ καὶ ἀπὸ τοῦ τὸν δεσπότην τοῖς μαθηταῖς, αὐτοῖς ὀνόμασι φάναι· «ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατε, ὅτι Ἰω άννης μὲν ἐβάπτισεν ὕδατι εἰς μετάνοιαν, ὑμεῖς δὲ βαπτισθή σεσθε ἐν πνεύματι ἁγίου.» οὐδὲν γὰρ ἕτερον τοῦτο δηλοῖ, ἢ ὅπερ καὶ ἡ ἄλλη αὐτοῦ περὶ τὸ φώτισμα μυσταγωγία, ὅτι δὴ τὰ αὐτὰ ἐνεργεῖ καὶ δύναται τὸ ἅγιον πνεῦμα, ἅπερ τοὔνομα τοῦ πατρὸς καὶ τοῦ παιδὸς αὐτοῦ, ἅτε τῆς αὐτῆς ὑπάρχον θεότητος. 5.25 ἀπαράλλακτόν τε τὸ κήρυγμα τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ ἐξ ἴσου σεπτόν, ᾗ Παῦλος Ῥωμαίοις γράφει· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκη ρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε.» τὴν αὐτὴν ἔνδειξιν ἔχει καὶ τό· «οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ ἐν δυνάμει σημείων καὶ τερά των, ἐν δυνάμει πνεύματος θεοῦ,» τῷ· «ὁ πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» 5.26 παρατήρει γάρ, ὅτιπερ ὡς ὁ πατήρ, οὕτως καὶ τὸ πνεῦμα αὐτοῦ παρὰ τῷ Χριστῷ μένει, ἀχώριστον ὂν τῇ θείᾳ φύσει· καὶ ὅτι τὰ θεϊκὰ ἔργα ὑπὸ τῆς ἀρρήτου τριάδος ὁμοφρόνως γίνεται· καὶ καθὰ ὁ πατὴρ ἐν ἰδίᾳ ὑποστάσει ὢν ἐξεικονίζεται ἐν τῷ μονογενεῖ, διὰ τὸ ἀπαράλλακτον τῆς θεότητος, τουτέστιν τῆς οὐσίας· τὸν ἴσον τρόπον καὶ ὁ μονογενὴς ἐν τῷ ἑνὶ ἁγίῳ πνεύματι. πόσα δὲ ἄλλα ἐμφέρεται περὶ τοῦ θεϊκοῦ πνεύματος οὐ διαφέροντα πρὸς τὰ γεγραμμένα περὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, ἐξ ὧν τινα διαφόροις τόποις τοῦδε περιέχεται τοῦ βιβλίου, δι' ὧν ἦλθεν ὁ τοῦ λόγου δρόμος. 5.27 ἐπεὶ μή γ' ἔτι ἐροῦσιν ἀντερωτηθέντες, ὅτι ἐκ τοῦ Ἀδὰμ ἡ Εὔα καὶ οἱ ἐξ αὐτῆς παῖδες; καὶ πῶς οἱ μὲν ἐγράφησαν γεννηθέντες, ἡ δὲ οὔτ' αὐτοῦ παῖς, οὔτ' ἀδελφὴ τῶν τεχθέντων ἐκ λήθη; ὁπότε οὐ δυνατὸν παραδειχθῆναι ἐκ παραβολῆς κτισμάτων τὴν μονάδα καὶ ἀσύγκριτον φύσιν, τὴν ἀθέατον μένουσαν τῷ νῷ, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ἀνεχομένην. κἂν γὰρ μικρά τις ὡσεὶ σκιὰ ὁμοιώσεως οἱονείπως. εὑρεθῇ, φεύγει τὸ πλέον ἀφὲν τὸν παρεκβάλλοντα κάτω που. οὐδαμῶς γὰρ τὸ παράδειγμα ταυτότης εἶναι δύναται· ἐκεῖνα δὲ μόνον λέγειν ἀσφαλές, ἅπερ πρὸς τὰ μέτρα ἡμῶν ἐδίδαξαν αἱ γραφαί. 5.28 ὅτι οὖν ἓν καὶ μόνον εἶναι πνεῦμα τοῦ