1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

43

παρ' οὗ ἐκτίσθησαν, «πνεῦμα» δὲ τὸ ἐνυπόστατον ἅγιον πνεῦμα τοῦ θεοῦ, παρ' οὗ ἁγιασθέντες ἐνεδυναμώθησαν. 1.10 αὐτὸ γάρ ἐστιν τὸ θεϊκὸν ὄνομα, τὸ παντοκρατορικὸν καὶ ὑπερέχον ἀξίωμα, τὸ σὺν πατρὶ καὶ υἱῷ μνημονευόμενον καὶ συνδοξαζόμενον· τὸ ἁγιαστικὸν καὶ ζωοποιὸν καὶ φωτὸς οὐρανίου μεταδοτικόν· τὸ φρουρητικὸν ἑκάστων τῆς ἐν ταυτότητι διαμονῆς· τὸ προφήταις καὶ ἀποστόλοις ἐνηχῆσαν, καὶ μάρτυρας ἀντιστῆναι τυραννικῇ ὠμότητι ἐνισχύσαν· τὸ ἀνακαινίζον καὶ ἐλευθεροῦν ὡς κύριος, καὶ υἱοὺς θεοῦ ἡμᾶς ποιοῦν ὡς πνεῦμα υἱοθεσίας· τὸ ἀπελαῦνον τῷ φωτίσματι δαιμόνων στίφη, καὶ τὸν ἀντικείμενον καταισχύνον· τὸ ἀναπετάζον ἡμῖν τὰς οὐρανῶν πύλας, καὶ ἄγον ἐπὶ τὴν εἴσοδον τῆς σωτηρίας, καὶ τῆς ἀγγέλων πολιτείας καὶ ὑμνῳδίας ἐργαζόμενον κοινωνούς· 1.11 τὸ γινόμενον ἡμῖν τρίβος ἀποφέρουσα πρὸς αὐτὸν ἐπουράνιον θεὸν καὶ πατέρα· ἡ αὐτεξούσιος καὶ ὑπερβάλλουσα γαληνοτάτη ἐπιφάνεια· ἡ γόνιμος καὶ ἄπειρος καὶ σωστικὴ δύναμις· ἡ ἀμεγέθης καὶ ἀσύγκριτος καὶ σεπτὴ ὑπόστασις· ἡ ἄχραντος καὶ ἔγκριτος καὶ πάναγνος δόξα· ἡ θεία χάρις ἡ τὰ λείποντα ἀναπληροῦσα καὶ τὰ ἀσθενῆ ἰωμένη· ἡ ἄρρητος καὶ ἀίδιος ἀγαθότης· ἡ πηγὴ τῶν ἀνεκλείπτων χαρισμάτων καὶ παντὸς ἀγαθοῦ νοῦ πρόοδος· ἡ μελλόντων καὶ ἀγνώστων ἀληθὴς φανέρωσις· 1.12 ἡ σωτήριος σφραγὶς καὶ τὸ θεῖον χρῖσμα, ὁ ἀρραβὼν τῶν ἀιδίων ἀγαθῶν, παρ' οὗ πᾶσα κτίσις, ὁρατὴ καὶ ἀόρατος, λογικὴ καὶ μὴ λογική, ἐνδυναμοῦται· παρ' οὗ ἡμῖν ἡ θεία ἀναγέννησις καὶ τῶν ἀνομιῶν ἡ ἄφεσις καὶ τῶν ἁμαρτιῶν ἡ ἐπικάλυψις καὶ ἡ πρὸς τὸν θεὸν οἰκείωσις· στέφανός τε δικαίοις καὶ ἀγαθῶν ἀπόληψις· οὐράνιόν τε ἐνδιαίτημα καὶ ζωὴ ἀτηλεύτητος καὶ βασιλείας θεοῦ κληρονομία αἰώνιος· 1.13 οὗτινος τῆς κοινωνίας διὰ τῆς παλιγγεννεσίας ὁ μετέχων τυγχάνει τῶν μνημονευθέντων ἀγαθῶν καὶ πρὸς τὰς καθολικὰς ἐπιστολὰς θείας ἐστὶ κοινωνὸς φύσεως. ὁ γὰρ ἀφθάρτου καὶ ἀιδίου φωτίσματος μετειληφὼς ἀγήρως κατὰ τὸ νοητὸν μένει ἐν νεότητι καὶ ἠπιότητι, καὶ ἐξομοιοῦται τῷ μόνῳ ἔχοντι ἀθανασίαν καὶ φῶς οἰκοῦντι ἀπρόσιτον. 1.14 οἱ γὰρ τῆς ἀρχαίας καὶ νέας διαθήκης ἱερομάνται τῆς ἀνωτάτω μιᾶς θείας θύσεως εἶναι τὸ ἅγιον πνεῦμα ἐπίστανται. αὐτίκα γοῦν μαρτυροῦσιν·

2.ν Περὶ τοῦ τὸ ἅγιον πνεῦμα εἶναι τοῦ θεοῦ· καὶ περὶ αἱρετικῆς ἀντιθέσεως

2.1 Πρῶτον μέν, ὅτι πνεῦμά ἐστι τοῦ θεοῦ καὶ ἐκ τοῦ θεοῦ, εἰ καὶ μὴ μετ' αὐτόν, καὶ μόνον εἰδὸς τὰ τοῦ θεοῦ, καὶ ἐπὶ πάντας τυγχάνον, λέγουσι τοιάδε· 2.2 Μωυσὴς μὲν ἐν τῇ γενέσει ἐκ προσώπου τοῦ θεοῦ· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Ἀγγαῖος ὁμοίως ἀπὸ θεϊκῆς φωνῆς· «ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·» 2.3 Ζαχαρίας ὁμοίως· «πλὴν ἀκούσατε τοὺς λόγους μου, καὶ τὰ νόμιμά μου δέχεσθε, ἃ ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·» 2.4 Ἠσαίας ἀπὸ τοῦ πατρὸς τὸν υἱόν· «πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου·» σπέρμα λέγων αὐτοῦ τοὺς πιστούς, οὓς καὶ εἰς υἱοθεσίαν ἐκάλεσεν. 2.5 καὶ πάλιν ἀπὸ τοῦ υἱοῦ· «πνεῦμα κυρίου ἐπ' ἐμέ.» ἐκπεπεράνθαι σὲ ταῦτα ἐν τῇ οἰκονομίᾳ Ματθαῖος οὕτως εἶπεν· «ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος· "4ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐ δόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν·"5» 2.6 καὶ πάλιν ἀπὸ τοῦ πατρός· «πνεῦμα γὰρ ἐξ ἐμοῦ ἐξελεύσεται.» 2.7 καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ ὕψιστος πατὴρ τὸ μὲν ἡμέτερον πνεῦμα «ὑμῶν» πνεῦμα, τὸ δὲ ἅγιον πνεῦμα ἴδιον ἐξονομάζει, ἅτε ἐξ αὐτοῦ ἐκπορευθὲν κατὰ φύσιν· «καὶ δώσω ὑμῖν καρδίαν καινὴν