1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

10

ὕφεσιν πρὸς ἑτέραν οὐκ ἔχουσα, πῶς οὐκ ἀνάρχως ἐκ τῆς ὑποστάσεως γεννηθῆναι πιστεύεται τοῦ πατρὸς καὶ οὐκ ἐκ τῆς ἐνεργείας; 15.40 χρόνου γὰρ οὐ διορίζοντος οὐκ ἔστιν πρότερον καὶ ὕστερον, ἀλλ' ὁ μὴ ὢν ὑπὸ χρόνον ἄναρχός ἐστιν, ὁ δὲ ἄναρχος ἄκτιστος. 15.41 ὥσπερ γὰρ οὐκ ἔστι χρόνος ἀγένητος, οὕτως οὐδὲ κτίσις ἄχρονος, ἀλλ' ἔχει μέτρον τὸν χρόνον· σὺν αὐτῇ γὰρ καὶ ὁ χρόνος γέγονεν. καὶ εἰκότως πάντα μὲν ἀπὸ τοῦ δημιουργοῦ μετρεῖται ὡς δεύτερα, αὐτὸς δὲ ὑπ' οὐδενός, ἐπειδὴ ἄναρχος καὶ φύσει θεός. 15.42 Τὰ δὲ ἴσα θεωρεῖται καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ γέγραπταί ποτε «ἐξεπορεύθη», ἀλλ' «ἐκπορεύεται». πῶς δὲ αὐτὴ ἡ ζωὴ ζωοποιεῖται ἢ τὸ ἀληθινὸν φῶς φωτίζεται; 15.43 Ἦν δὲ ἄρα τό τε θεῖον φῶς καί «ζωὴ αἰώνιος» ἀεί, καὶ αὐτὸς ἑαυτὸν λέγει ὁ ἀψευδὴς καὶ μέγας θεός. 15.44 οὐ μὴ ἦν ὅτε «ἀπαύγασμα δόξης καὶ χαρακτῆρα ὑποστάσεως καὶ εἰκόνα ἀγαθότητος καὶ δύναμιν καὶ σοφίαν καὶ δικαιοσύνην θεοῦ» ἃ ὑπάρχειν τὸν αὐτὸν μονογενῆ Παῦλος μαρτυρεῖ οὐκ εἶχεν ὁ πατήρ, ἀλλ', ὃ μὴ προσῆκεν εἰπεῖν, ὕστερον ὁτιοῦν προσέλαβεν. 15.45 εἰ δὲ εἶχεν, ἦν ἀεὶ ὁ ταῦτα ὢν μονογενής. 15.46 οὔτε γὰρ ὁ ταῦτα ὢν ἐκτὸς τοῦ θεοῦ οὔτε ὁ θεὸς χωρὶς τοῦ ὄντος αὐτοῦ ταῦτά ποτε νοηθῆναι δύναται. ταῦτα δὲ ὑπάρχει ὁ μονογενής, οὐ καθάπερ ἕξις ἢ ἐπιτηδειότης, ἀλλ' οὐσιωδῶς, καθὰ προείρηται. 15.47 Εἰ δὲ καὶ ἐν τῇ ἀρχῇ τῆς κοσμογονίας τὰ πρῶτα δένδρα σὺν τοῖς ἐξ αὐτῶν καρποῖς συνυπέστη-καὶ παράδοξον οὐδέν, εἰ σὺν τῇ ῥίζῃ ὁ καρπὸς συνανέτειλεν-, πῶς ἀμήχανον κατ' ἀρχὰς τὸν εὐμήχανον πατέρα μὴ ἔγκαρπον γεγενῆσθαι τοῦ ἰδίου υἱοῦ καὶ εὐθὺς ἐκ τῆς δόξης τῆς ὑποστάσεως αὐτοῦ συνεκλάμψαι τὸ ἀπαύγασμα; 15.48 καθὰ οὖν αὐτοῦ ἡ τῆς ἐνανθρωπήσεως κάτω γέννησις ἑτέρᾳ γεννήσει οὐ συγκρίνεται-ἐκ παρθένου γὰρ ἄρευστος, ἀπήμαντος, ὅπερ ἡ φύσις ἡμῶν οὐκ ἔχει-, οὕτω καὶ ἡ ἄνω γέννησις ἀκατάληπτος ὑπὲρ τὸ πλέον καὶ πᾶσαν ἐξαλλάττουσα γέννησιν ὑπάρχει. καὶ οὔτε ἀπιστεῖν χρὴ οὔτε μὴν ζητεῖν ἢ ἐξηγεῖσθαι τὸν τρόπον ἡμῖν ἀσφαλὲς τοῖς εἰπεῖν μὴ δυναμένοις, πῶς παρθένος ἔτεκεν μείνασα παρθένος μήτε δὲ τὴν ἰδίαν ἡμῶν γέννησιν ἐπισταμένοις. 15.49 ὅπου γε καὶ τὴν καθ' ἡμᾶς εἰ ἐγινώσκομεν, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ, ἥτις καὶ ταῖς ἐπουρανίοις δυνάμεσιν ἀκατάληπτος οὖσα τυγχάνει. 15.50 ∆ιὸ σὺν ἐκπλήξει ὁ προφήτης φησὶν περὶ μὲν τῆς κάτω γεννήσεως· «καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν;» ἀντὶ τοῦ οὐδείς. 15.51 περὶ δὲ τῆς ἄνω· «τὴν δὲ γενεὰν αὐτοῦ τίς ἐξηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ;» τὴν γέννησιν γενεάν, τὴν ὕπαρξιν ζωήν, τὸ ὑπερεξεπῆρθαι ἀμέτρως ἀπὸ τῆς γῆς καὶ ὑπερφέρειν παντὸς νοῦ «αἴρεται ἀπὸ τῆς γῆς» καλέσας μυστικώτατα. 15.52 ὅτι γὰρ παντὸς χρόνου, ὃν ἂν νοήσῃ τις πολλὰ κυκλεύσας τῇ διανοίᾳ, ἀπεράντως ἀνώτατος καὶ ποσότητος πάσης ἀσυγκρίτως ἀμείνων καὶ τὴν οὐσίαν ἀπερινόητος καὶ πάντοθεν ἄποπτος εἰς ἅπαν καθέστηκεν-αὐτὸς ἑαυτὸν περιβαλὼν καὶ οὐδὲν ἑαυτοῦ ἔξωθεν ἔχων-, καὶ παραχωρεῖ τῷ τοσούτῳ αὐτοῦ ἀκαταλήπτῳ καὶ ἡ ἀγγέλων πληθύς, καὶ πᾶς οὐρανίων ταγμάτων δῆμος ἐκβοῶσιν ὡδί· ὁ μὲν ∆αυῒδ ἐν ιζʹ ψαλμῷ· «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ», ἡ δὲ ᾠδὴ Ἀμβακούμ· «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ», 15.53 ὁ δὲ Ματθαῖος «οὐδείς» φησίν «γινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγι νώσκει, εἰ μὴ ὁ υἱός». 15.54 Τὸ μὲν γὰρ τεχθὲν παρὰ τῆς κτίσεως κατὰ κοινωνίαν ἄλλου πρὸς ἄλλο γεγέννηται καὶ οὐ συμφυὲς τῷ γεννήσαντι, οὐδὲ τέλειον εὐθὺς καὶ ἀπαθῶς ἐξελήλυθεν· 15.55 ἐπὶ δὲ τῆς θεότητος τὸ ἔμπαλιν. ἐπειδὴ γὰρ ἡ κτίσις τοιῶσδε, ὁ γενεσιουργὸς ἐναντίως καὶ οὐχ ὁμοίως τῶν ἰδίων ποιημάτων, ἀλλ' ὡς οἶδεν ταῦτα μόνη ἡ μακαρία τριάς. 15.56 οὐδὲ γὰρ ἀκατάληπτος, εἰ κατελαμβάνετο, οὐδὲ μυστήριον, εἰ ἐγινώσκετο, οὐδὲ θεῖον, εἰ ἐχωρεῖτο, οὐδὲ δημιουργὸς πάντων, εἰ ἀπὸ χρόνου, οὐδὲ ἀσύνθετος καὶ ἀμερής, εἰ πρὸς τὰ σώματα. 15.57 καθάπερ γὰρ