1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

2

σωτη̣ρία̣ν̣ καὶ διδασ̣καλίαν πᾶσιν φῶς τὸ ἀληθινὸν καὶ ἐλεύθερο̣ν ὁ υἱός· καὶ παρίστησι τοῦτο τό τισιν αὐτῶν ἀγν̣οου´̣μενον μυστι̣κῶς διὰ τὴν ἔναυλον ἐν αὐτοῖς τῆς πολυθεΐας ἐξ Αἰγύπτου μνήμην· 7.17 προσμαρτυρῶν τοίνυν ὁ σεπτο`̣ς θεοῦ υἱὸς τῇ οἰκείᾳ φύσει τὸ ἄνωθεν ἐλεύθερον καὶ μὴ ἀδελφὴν οἷον ἔχειν τὴν κτίσιν-δοῦλον γὰρ πᾶν τὸ παραχθὲν καὶ εἰς γένεσιν τοῦ παραγαγόντος καὶ τὸ κτισθὲν κτίσμα τοῦ κτίσαντος-λέγει πρὸς Πέτρον· 7.18 «οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κη῀̣ν̣σον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; ἀποκρινομε´̣νου· ἐκ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλε̣ύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθῦν ἇρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα. υ ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» 7.19 ταῦτα μὲν περὶ τούτων. οἱδὲ παύονται ἔτι.

8.ν Περὶ τῶν διαμυθολογούντων ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱὸν ἐπὶ τῇ

ὑπουργίᾳ τῆς κτίσεως. 8.1 Βλασφήμως ἀντεξάγοντες καὶ διαμυθολογοῦντες φασὶ τὸν πατέρα πεποιῆσθαι υἱὸν χρειωδέστατον ἐπὶ τὸ ὑπουργεῖν αὐτῷ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων, οὔκετι κατανοοῦντες ὡς ἐξήρτ̣ηται τοῦτο ἐκ τοῦδε στ̣ο̣χαστικοῦ αὐτῶν λόγου· φθόνος τε καὶ ὄκνος καὶ ἕτερα υ῾̣λ̣ι̣κά. 8.2 ∆εῖ γὰρ δήπου καὶ ταῦτα ὁρᾶν. εἰ γὰρ καλὸν τὸ δημιουργεῖν-ὥσπερ οὖν καλὸν καὶ μόνον ἴδιον καὶ μόνον ἐξαίρετον τῆς θεϊκῆς ἀφθόνου φύσεως, ἵν' ἔχοι καὶ ὑπό του δοξάζηται-, ἀνθ' ὅτου μὴ πάντα δι̣' ἑαυτ̣ο̣ῦ ἔκτισεν, ἀλλ' οἱονεί πως κατώκνησεν; 8.3 εἰ δὲ καὶ μ̣έγα̣ τοῖς κτιζομένοις τὸ ὑπὸ τοῦ μείζονος καὶ ἐ παρα φέρεσθαι, εἴπερ κατ' αὐτοὺς μείζων τοῦ ἰδίου υἱοῦ λόγου ὁ πατήρ, ε᾿̣βάσκαινε τοῖς δοξάζουσιν αὐτὸν τὴν δι' ἑαυτοῦ ποίησιν; 8.4 εἰ δὲ καὶ ὑπερηφανία̣ς̣ ἀδυναμίας τε ἅμ̣α παντάπασιν οὐκ ἀπήλλακται τὸ διὰ μεσίτου ποιεῖν τὸ παραγόμενον, τοῦ παράγοντος αὐτὸ δι' ἑαυτοῦ ἤπερ τοῦ δι' ἑτέρου ποιοῦντος μείζονα τὴν δόξαν ἐκφαίνει. 8.5 οὔπω γὰρ ὂν τοῦ ἀεὶ ὄντος νεύμασιν ὑπακούει καὶ ὅσον οὐδέπω διαπεραίνεται καὶ μέτρα προσήκοντα δέχεται καὶ οὐκ ἔχει ἔν τινι τὸ ἐλλεῖπον οὐχ ὑπερήφανος μόνον ὁ ὑπερη ἀλλ' ἤδη καταν̣ τ̣ ι δειχθείη πάν̣τ̣α ὁ´̣σα ἂν ἐξουσίαν καὶ ἀπ ρωμ τ εἰ δὲ Ἰησοῦς λέγει τῷ Λαζα´̣ρ̣ῳ τεθνηκότι· «δεῦρο ἔξω.» καὶ ἄλλῳ· 8.6 «ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου» καὶ ἄλλῳ· «ἐγώ σο̣ι̣ ἐπιτάσσω. ἔξελθε ἐξ αὐτοῦ» τὸ δὲ τὸν θεὸν ταῦτα ποιεῖν δι' ἄλλου κατὰ τὸν ἐκείνων νοῦν δείκνυσι τὸν μὲν θεὸν πατέρα, οὗ αἱ νοή7.1 κτιστῶν θεῶν τοὺς πιστεύοντας τῷ υἱῷ ὁ ἔννομος Παῦλος τῷ θεϊκῷ πνεύματι σεσοφισμένος ἐγγυᾶται. 7.2 ἔτι δὲ καὶ "ἀθέους" ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς τοῦ υἱοῦ τὸν θεὸν καὶ πατέρα μόνον ἐγνωκότας, ἐπειδὴ οὐκ ἐν π̣ο̣ι̣ήμασι τ̣ελ̣εῖ, γράφων πῇ μὲν ὅτι «μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτρι̣ω̣μ̣ένοι τῆς ἐλπ̣ι´̣δος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπ̣αγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κ̣όσμῳ». 7.3 πῇ δέ «ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς-νῦν δὲ γνόντες θεόν, μᾶλλον γν̣ωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δ̣ουλεύειν θ̣έλετε»; 7.4 ἀλλὰ μὴν τοῦ πρεσβυτέρου νόμου τὸ ἀεὶ νέον καὶ οὐκ εἰς γῆρας ἀποκλῖνον σω̣τ̣η´̣ρ̣ιον κήρυγμα τὸ περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος καὶ τὸν ἐκκλησιαστικὸν θεσμὸν προφερέστερον ἡγεῖται διὰ τὸ τέλ̣ε̣ι̣ο̣ν καὶ τὸ μὴ ἔχειν μήτε ἀνομ ἐνοχλοῦν μήτε ··κάλλιον ἢ μεῖζον χρὴ προτεθη ο·· λόγῳ ἢ τρόπῳ καλλ γὰρ τῷ χρήματι τούτῳ γράφει π̣ε̣π σι τὸ μὲν ὁ´̣τι «ἐγενόμην» «κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τ̣ο̣ῦ κυρίου ἡμῶν, δι' ὃν