1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

5

τοῦτο ἀκούειν ἢ λαλεῖν, τὸ γὰρ αἰτίας τῶν ὑπὲρ πᾶσαν αἰτίαν καὶ νόησιν ἀποδιδόναι τολμηρόν· τὸ δὲ θαυμάζειν τὸ θεῖον καὶ φόβον εἶναι τὴν περὶ αὐτοῦ ἔννοιαν φοβερὰν νομίζειν, ἀσφαλές. 9.13 «Θέλων οὖν, φησίν, ἐγέννησεν ὁ θεὸς ἢ μὴ θέλων;» ἀλλ' ἡμᾶς χρὴ προειπεῖν τὸν σκοπὸν αὐτῶν καὶ οὕτως ἀποκρίνασθαι. 9.14 ὁ οὖν σκοπός ἐστιν, ἵνα πρὸς ἀκεραίους ἀπὸ ἑκατέρας λέξεως τὴν ἀντίθεσιν ποιῶνται. 9.15 ἤντε γὰρ δράξωνται τοῦ «μὴ θέλων ἐγέννησεν»-οὐδεὶς δὲ αὐτοῖς τοῦτο ἀποκρίνεται-λέγουσιν· «οὐκοῦν ὃ μὴ θέλει ὁ θεὸς ὑπομένει γεννήσας τὸν υἱόν, φύσεως ἀνάγκης εἰς τοῦτο ἄκοντα αὐτὸν περιαγούσης». 9.16 ἤντε δοθῇ αὐτοῖς τὸ «θέλων ἐγέννησεν ἐπάγουσιν· «ἄρα ἡ γέννησις τοῦ υἱοῦ ἐξῆπται τῆς πατρικῆς θελήσεως, δημιουργικῶς ὕπαρξιν αὐτῷ παρεχούσης»· 9.17 ἡ δὲ ἀπόκρισις αὕτη ἀνουστάτη τυγχάνει. τῆς θελήσεως γὰρ καὶ τῆς ἀνεθελησίας καὶ πάσης ἐννοίας προτερεύει ὅ τε γεννήσας θεὸς καὶ πατὴρ τό τε «ἀπαύγασμα τῆς δόξης αὐτοῦ», ὁ υἱός· καὶ οὐδὲν τούτου μέσον καὶ ἐκείνου, ἐξ οὗ ἐστιν, ἐπινοηθῆναι δύναται. 9.18 Ὁμοίως δὲ καὶ ἡ «εἰκὼν τοῦ θεοῦ». ἔστιν δὲ πάλιν ὁ υἱὸς οὐκ ἀρχομένη οὐδὲ παυομένη πρώτη ὕπαρξις τῆς θελήσεως ἢ μὴ θελήσεως. 9.19 ἐγέννησεν οὖν ἐν τῇ ὑπὲρ βουλὴν καὶ νοῦν φύσει. 9.20 Ἀλλὰ καὶ ἥδε ἡ πρότασις αὐτῶν ἀτοπίας ἀνάμεστος. ἡγεῖται γὰρ τοῦ μὲν θέλειν πάθος ἐπιθυμίας, τοῦ δὲ μὴ θέλειν μέν, ποιεῖν δέ, ἡ ἐξ ἀνάγκης βία μετὰ τοῦ προεπινοεῖσθαι τὴν βούλησιν καὶ πρὸ ἐκείνης τὴν νόησιν τῆς τοῦ πατρὸς ὑποστάσεως τῆς πάντῃ τε καὶ πάντως ἐχούσης συνυφεστὸς τὸ ἀπαύγασμα. 9.21 Πρὸς τούτῳ εἰ πιστεύουσι τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ πατρὸς διὰ τοῦ υἱοῦ γεγονέναι, οὐ προϋπάρχει ἡ βούλησις. ἀμήχανον γὰρ καὶ ἀδύνατον μὴ τὸν δημιουργὸν ὑφεστάναι καὶ μετέπειτα δεδόχθαι τὸ δι' αὐτοῦ δημιουργῆσαι. 9.22 Ἀλλὰ καὶ τοῦτο ἀσυνεσίας μεστόν. εἰ γὰρ αὐτός φησιν· «ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», πῶς ἡ ἀναλλοίωτος φύσις ἀλλοίωσιν ὑποσταίη κατὰ τὰς ὑποστάσεις μὴ ἐν ταυτότητι τῶν προσώπων ἑστῶσα, ἀλλὰ κινουμένη καὶ μεταπίπτουσα; 9.23 Ἔτι καὶ τοῦτο. εἰ ἀληθές, ὥσπερ οὖν ἀληθές, τό «ἅπερ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ποιήσει καὶ ὁ υἱὸς ἄλλον υἱόν, ἵνα πάντα ὁμοίως τῷ πατρὶ ποιήσῃ. 9.24 εἰ δὲ οὐκ ἐποίησεν οὐδὲ ποιεῖ, οὐκ ἔστιν κτίσμα οὐδ' ἡγεῖται αὐτοῦ πατρικὴ βούλησις. 9.25 Εἴποιμι καὶ ἕτερον· εἰ λέγει ὁ σωτήρ· «θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον», οὐκ ἐκ θελήματος ὁ υἱὸς, ἀλλ' ὁ θεωρῶν αὐτόν. 9.26 τὸ γὰρ θέλημα μετὰ τὸν υἱὸν κἀνταῦθα εὑρίσκεται. 9.27 Ἀπεώσαιτο δ' ἂν καθ' ὅλου τις θᾶττον αὐτῶν καὶ τουτονὶ τὸν λόγον οὐκ ἐκ μόνων τῶν προλεχθέντων, ἀλλὰ καὶ τῶν ἐπαχθησομένων πρὸς ἡμῶν· τουτέστιν, εἴγε παραπλήσιον ἀντέρηται αὐτούς· «πότερον ποτὲ ὁ πατὴρ θελήσας ὑπάρχει ἢ οὔ;», τὰ ἴσα γὰρ ὧν ἐμελέτησαν ἀπαντήσει αὐτοῖς· πρὸς μὲν τὸ «οὐ θελήσας», ὅτι παρὰ σκοπὸν αὐτῷ συνέβη τὸ ὑφεστάναι, φύσεως ἀνάγκης εἰς τοῦτο αὐτὸν ἄκοντα περιτρεπούσης· πρὸς δὲ τὸ δεύτερον, ὅτι πρὸ τῆς θελήσεως οὐκ ἦν· ἀναχθήσεται γὰρ ἡ ὕπαρξις αὐτοῦ εἰς τὴν βούλησιν αὐτοῦ· δημιουργικῶς αὐτόν, κατὰ τὰς βαττολογίας αὐτῶν, εἰς ὑπόστασιν περιελαυνούσης. 9.28 Ὁμοίως καὶ ἄλλο, λέξει μόνον διαφέρον τοῦ πρὸ αὐτοῦ· «θελητῶς ὁ θεὸς ἀθάνατός ἐστιν καὶ ἀγαθὸς ἢ ἀνεθελήτως;» ἐπενεχθήσεται γὰρ τὰ αὐτά. 9.29 Κάλλιον δέ τις ποιήσει, εἰ συντόμως ἀποκρίνηται αὐτοῖς, μηδὲν ἐπισυμβαίνειν τῷ παντελείῳ θεῷ μηδέ τι ἀπολιμπάνειν αὐτόν· 9.30 καὶ ὥσπερ οὐ προηγεῖται τῆς πατρικῆς ὑπάρξεως καὶ ἀθανασίας καὶ ἀγαθότητος θέλημα, οὕτως οὐδὲ τῆς γεννήσεως· καὶ ἀπᾴδειν πάντα ὁπόσα τοιαῦτα τῆς περὶ τοῦ θεοῦ ἐνθυμήσεως· 9.31 περὶ δὲ τῶν κτιστῶν τὸν ∆αυῒδ ᾄδειν ἐν ριγʹ ψαλμῷ· 9.31 «ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ· καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἐθέλησεν ἐποίησεν», καί «πάντα ἐν σοφίᾳ ἐποίησας», τουτέστιν ἐν τῷ υἱῷ, οὐχὶ δὲ ἐν θελήματι, 9.32 καὶ ἐν οβʹ ψαλμῷ· «ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ