1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

7

αἱρετικῷ ἀντιβαίνουσα παγχαλέπῳ πάθει. 10.7 εἰ γὰρ μετασχηματισάμενον τὸ φῶς ἀπαύγασμα γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς, τῆς μεταβολῆς ἐργαζομένης τὴν τοῦ ἀπαυγάσματος ἰδιοποίησιν. 10.8 Εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γεγέννηκεν, μεῖναν καὶ αὐτὸ φῶς καὶ ἔχον τὸ ἀπαύγασμα συμφύτως ἐξ αὐτοῦ τέλειον, καὶ ὁ θεὸς μένει ἀτρέπτως θεός, ἀπαυγάσματος ἰδίου τυγχάνων πατήρ, οὔκετι ἔξωθεν αὐτὸ προσλαβών, ἀλλ' ἐκ τῆς οὐσίας γεννήσας τέλειον. 11.ν Περὶ τῶν φλυαρούντων ὡς «ἐκ τῆς πατρὸς ὀνομασίας παρηλλαγμένη ἐστὶν ἡ οὐσία αὐτοῦ τοῦ υἱοῦ». 11.1 Αὐτὰ περὶ τῶν αὐτῶν ἀνακυκλοῦντες καὶ ἕως τοῦ παντὸς παρασημαίνοντες τῆς ἀληθείας τὸ κάλλος, ἀφιλο̣θέως καὶ τοῦτο φάσκουσιν· 11.2 ὧν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη. 11.3 φησὶν γάρ· «ἡ πατὴρ λέξις οὐ σημαίνει τὴν υἱὸς οὐδ' αὖ υἱὸς ὀνομασία δηλοῖ τὴν πατρὸς ὑπόστασινʹ. 11.4 Ἀκουέτωσαν δέ, ἓν μέν, ὅτι, εἰ μὴ καταλλήλῳ προσηγορίᾳ πεφανέρωντο αἱ θεῖαι ὑποστάσεις, ποίῳ συμβόλῳ ἄν τις χρησάμενος, μὴ λέγων τὴν πατρὸς προσηγορίαν, ἐμήνυσεν αὐτόν τε τὸν πατέρα καὶ ὅτι υἱὸν ἔχει; ἢ μὴ ὀνομάζων τὴν υἱὸς καὶ πνεῦμα προσηγορίαν, προσεφώνησεν αὐτόν τε τὸν υἱὸν ἢ τὸ πνεῦμα καὶ ὅτι ὁ μὲν υἱὸς πατέρα ἔχει, τὸ δὲ πνεῦμα τοῦ θεοῦ ἐστιν πνεῦμα; 11.5 Ἕτερον δέ, ὅτι ἐπὶ τῆς ἁγίας τριάδος-πλὴν τοῦ πατέρα λέγεσθαι τὸν ἀληθῶς ὄντα τοῦτο, καὶ τοῦ μονογενῆ καλεῖσθαι τὸν φυσικῶς γεννηθέντα, καὶ τοῦ πνεῦμα θεοῦ προσαγορεύεσθαι τὸ ἀκριβῶς τοῦτο, ὃ κέκληται, τυγχάνον τοῦ πατρός-τἄλλα πάντα ὀνόματα καθέστηκεν τὰ αὐτά, ὡς τὸ θεός, κύριος, ἅγιος, δίκαιος, ἀγαθός, φῶς, ζωή. 11.6 Οὐκοῦν τοὐναντίον, ἐπὶ τῆς μακαρίας τριάδος μόνης, ὧν τὰ ὀνόματά ἐστιν τὰ αὐτά, τούτων καὶ ἡ οὐσία μία καθέστηκεν· ἵν' ἀκολουθῇ τὸ ὑπὸ ὁμοίου ὅμοιον χαρακτηρίζεσθαι. 11.7 τῷ γὰρ ἀληθινῷ καὶ ἀϊδίῳ φωτί, πρὸς τὸ ἀληθινὸν καὶ ἀΐδιον φῶς, καὶ τῇ ὄντως .......... 15.1 «ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς. ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω· ἦ μὴν ἐξελεύ σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσον ται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ὀμιεῖται τὸν θεόν», ὅ ἐστιν ἐπιγνώσεται τὸν θεὸν ἤ «ἐξομολογήσεται τῷ θεῷ». 15.2 οὐκ ἔστιν οὖν ἔμπροσθεν τοῦ υἱοῦ ὁ θεὸς καὶ πατήρ, οὐ τῷ ἀνάρχῳ, οὐ τῇ οὐσίᾳ, οὐ τῇ δόξῃ, ἀλλ' ἐπ' ἴσης, πλὴν εἰ μή που τῷ τῆς πατρότητος λόγῳ. 15.3 ὅτι γὰρ τοῦ μονογενοῦς υἱοῦ τὰ ῥήματα, ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις γράφων ἐσαφήνισεν οὕτως εἰπών· «πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθὼς γέγραπται· «ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο γήσεται τῷ θεῷ»». 15.4 Ὁμοίως δὲ καὶ ὁ θεολόγος Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ εἶπεν· 15.4 «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὁ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλα βεν». 15.5 ἐν δὲ τῇ Ἀποκαλύψει· «ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος κύριος ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ». 15.6 Τό «ὁ ὤν» σημαίνει τὸ ἀεὶ ὂν τῆς θείας ὑποστάσεως καθὰ καὶ ἀλλαχοῦ ἔφαμεν. ἀόριστος γὰρ ἡ λέξις, ὅθεν ὄνομα ἑαυτοῦ ὁ θεὸς εἶπεν τό «ὁ ὤν». 15.7 Τό «ἐν ἀρχῇ ἦν» ποιεῖ προῦπτον καὶ σφόδρα γε συμφανὲς τὸ ἄτοπον καὶ φευκτὸν τοῦ «ἦν ὅτε οὐκ ἦν». ἡ γὰρ λέξις ἡ «ἦν» ἀπαρέμφατός ἐστιν. ῥωμαϊστὶ δὲ ἡ ἀπαρέμφατος ἐκ δύο λέξεων σύγκειται· πλῃσθῃαμπερφεξτῃς, ἑρμηνεύεται δέ· πλέον ἢ τέλειος. 15.8 ὥστε νῦν ἀπαιτεῖ νοηθῆναι ὑπεράχρονος ἢ ἄναρχος. τὸ γὰρ οὐκ ὢν ἐν τῇ ἀρχῇ εἴ τις ἂν εἴποι, ἀρχή ποτε ἀναίτιος οὐκ ἦν. καὶ πάλιν, ὁ μηδέπω ὢν χρόνος τοῦ ποιήσαντος αὐτὸν πῶς εἶναι μέτρον δύναται; 15.9 Τό «ἦν πρὸς τὸν θεόν» παριστᾷ, ἣν υἱὸς ἔχει πρὸς θεὸν πατέρα φύσεως οἰκειότητα, καὶ