8
τό-ἀφ' οὗ ἦν, εἰ θέμις οὕτως εἰπεῖν, ὁ αὐτογενὴς πατήρ-συνυπάρχειν αὐτῷ τὸν ἐξ αὐτοῦ υἱόν. 15.10 ἐρρωμένως δὲ νοηθείη ἂν τό «ἦν πρὸς τὸν θεόν», ὅτι κατὰ τὸν θεὸν ἦν ἄναρχος, ἀγένητος, ἀχώρητος, ἀγαθός, ἀθάνατος, παμβασιλεύς. εἰ γὰρ μὴ οὕτως ἔχει ἐπὶ τῆς βρυθείσης σοφίας ταύτης, οὐχ ἕξει οὐδ' ἐπὶ τῆς πηγῆς τῆς βρυσάσης τὴν σοφίαν. ἔχει δὲ οὕτως ἐπ' ἀμφοῖν. 15.11 ἐπιφανὴς γὰρ καὶ βέβαιος καὶ ἀπερίεργος καὶ πρὸς τὸ θεῖον ὁρῶν μόνον ὁ σκοπὸς καὶ ὁ θεοπαράδοτος λόγος τοῦ Ἰωάννου. 15.12 Τό «θεὸς ἦν ὁ λόγος» συνιστᾷ τὸ οὐσιώδη εἶναι τὸν λόγον καὶ θεὸν εἶναι οἷός ἐστιν θεὸς ἐκεῖνος οὗ λόγος ἐστίν· καὶ αὖθις τὸ ἀναίτιον. 15.13 Τό «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἀποφαίνει αὐτόν, ὡς ἤδη ἐλέχθη, μονονουχὶ δημιουργόν, ἀλλ' ὅτι καὶ οὐκ ἐκτίσθη. 15.14 εἰ γὰρ μηδὲ ἓν κτιστὸν χωρὶς αὐτοῦ τὸ εἶναι ἐδέξατο, παντί που δῆλον ὡς αὐτὸς οὐκ ἐγένετο, ἀλλ' ἐγεννήθη θεϊκῶς. καὶ γὰρ ἀμήχανον ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἥκειν τὸν ὕπαρξιν τοῖς ὅλοις καὶ τοῖς λογικοῖς οὐσίωσιν καὶ ἀθανασίαν δεδωκότα. οὐδὲν γὰρ κτιστὸν οὐσιοῦν ἢ ἀπαθανατοῦν ἢ λογικοὺς ποιεῖν δύναται· ἀλλ' ἐκ τῆς ἤδη παρὰ τοῦ θεοῦ ἐξ οὐκ ὄντων παραχθείσης οὐσίας χρυσοῦ ἢ ἀργύρου ἢ χαλκοῦ ἢ σιδήρου ἢ ξύλου ἢ λίθου δημιουργοῖ ἄψυχον καὶ ἄλογον, ἀνδριάντα τυχὸν ἤ τι ἕτερον· 15.15 αὐτὸ δέ, οὐσίαν μὴ οὖσαν προοῖσαι ἢ ἔμψυχον καὶ λογικὴν ἀναδεῖξαι μόνης τῆς πανδυνάμου καὶ αὐτοτελοῦς μιᾶς θεϊκῆς φύσεως ἴδιον καὶ ἐξαίρετον τυγχάνει ὄν. 15.16 ἐποίησεν δὲ δι' αὐτοῦ ὁ πατὴρ ὡς φῶς δι' οἰκείου ἀπαυγάσματος καὶ ὡς νοῦς διὰ λόγου. 15.17 Τό «ἐν αὐτῷ ζωὴ ἦν» ἐπεκδιδάσκει ὅτι αὐτός ἐστιν ἀνάρχως, ἡ ζωὴ τῆς μιᾶς καὶ ἀνωτάτω φύσεως ὑπάρχων, καὶ μηδαμῶς ὄντων πάντων αἴτιος ὢν τῶν ὄντων. διὸ καὶ αὐτός φησιν· «ἐγώ εἰμι ἡ ζωή, ἐγώ εἰμι τὸ φῶς». 15.18 φιλοτιμεῖται δὲ τῷ ἀνάρχῳ τὰς μαρτυρίας τοσαυτάκις εἰπὼν τό «ἦν», ἵνα τῇ συνεχείᾳ τῆς τοιαύτης φωνῆς ἢ αἱρετικῶν τὰς κωφὰς ἀκοὰς διανοίξῃ ἢ μηδὲν περὶ τοῦ «ἦν ὅτε οὐκ ἦν» ἐν τῇ μελλούσῃ καθολικῇ καὶ ἀπαρεγκλίτῳ διαγνώσει πρόφασις ὑπολειφθείη. 15.19 Τό «καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων» ἐκπαιδεύει αὖθις τὰ αὐτά. φησὶν γάρ· αὕτη ἡ ἀγένητος ζωὴ σύστασις τῆς γενητῆς ἀνθρώπων φύσεως ὑπάρχει. 15.20 Τό «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» οὐκ ἀνέχεται τῶν αἱρετικῶν δοξασμάτων. οὐ κρυφίως γὰρ καὶ ἄγαν δριμέως δηλοῖ, ὡς ὅνπερ ἄν τις προχρόνιον χρόνον ἢ ἀκαιριαίαν ῥοπὴν ἢ προαιώνιον αἰῶνα ὑπολάβῃ, φαίνει ἀϊδίως ὡς ἀχώριστον ἀπαύγασμα τοῦ θεοῦ, καὶ οὔποτε σκοτία ἀνυπαρξίας αὐτὸ κατέλαβεν. 15.21 Τό «ὁ παντοκράτωρ» οὐδὲ ἑρμηνείας δεῖται. δείκνυσι γὰρ ἀδιαίρετον ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ τὴν βασιλείαν καὶ εἶναι «ἐπὶ πάντων θεόν». 15.22 Τό «ὁ ἐρχόμενος» τὸν υἱὸν δηλοῖ μέλλοντα ἔρχεσθαι τὸ δεύτερον καὶ «κρίνειν ζῶντας καὶ νεκρούς». 15.23 Συνιστῶν τοίνυν καὶ ὁ βαπτιστὴς Ἰωάννης, ὅτι τό «ὁ ὤν» περὶ τοῦ υἱοῦ εἴρηται, δηλοῖ τῷ δεσπότῃ· «σὺ εἶ» ἀντὶ τοῦ ἐκεῖνος ὁ ὤν, ὃν καὶ ἐν τῇ μήτρᾳ σε ὄντα τῆς παρθένου θεὸν ἐπιγνοὺς αὐτὸς ἐγὼ ἐν τῇ νηδύϊ τῆς στείρας ὢν διὰ τῆς σκιρτήσεως προσεκύνησα «ἢ ἕτερον προσδοκῶμεν;» 15.24 Καὶ ἐν τῇ πρώτῃ δὲ ἐπιστολῇ Ἰωάννης ὁ φίλος καὶ ἀπόστολος τοῦ κυρίου γράφει· «ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς-καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν-ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ». 15.25 Πρόσχες καὶ αὖθις τῷ πλήθει τοῦ «ἦν», καὶ ὡς κοινωνίαν σωτηρίας οὐκ ἔχουσιν μετὰ τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς οἱ μὴ ὁμολογοῦντες κατὰ φύσιν υἱὸν εἶναι αὐτὸν συνάναρχον τοῦ θεοῦ. 15.26 πρὸς ταύτην γὰρ ἡμῖν τὴν πίστιν τὴν