1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

11

ἀκούοντες περὶ τοῦ πατρός «ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ» καί «ἕως τῶν νεφελῶν ἡ ἀλήθεια αὐτοῦ» οὐχ ὅρους τιθέαμεν αὐτῷ, ἀλλὰ τὸ ἀΐδιον πιστεύομεν· οὐ γὰρ ὁμῆλιξ αὐτῷ ὁ αἰών, ὡσαύτως περί τε τοῦ υἱοῦ καῖ τοῦ ἁγίου πνεύματος φρονεῖν ὀφείλομεν, ἐπὶ γὰρ τῆς πάντων ἐπικρατούσης μιᾶς φύσεως, εἰς ἣν αὗται αἱ πάντιμοι ὑποστάσεις. 15.58 τὰ ἴσα μελῳδεῖ καὶ περὶ τοῦ υἱοῦ· «σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκ λείψουσιν». καὶ εἰ μὴ μικρὸν τὸ περὶ τοῦ πατρὸς γεγράφθαι «ὁ ὑπάρχων πρὸ τῶν αἰώνων», οὐ μικρὸν οὐδὲ τὸ περὶ τοῦ υἱοῦ αὐτοῦ χρησμῳδηθέν, ὅτι «προαιώνιος θεός». δῆλον δ' ὡς ἀπερινόητος, καθὰ δειχθήσεται οὐ πολλῷ ὕστερον. καὶ καθὰ ὁ πατήρ «ἔχει ἀθανασίαν», μᾶλλον δὲ αὐτός ἐστιν ἡ ἀθανασία, οὕτως ὁ υἱός ἐστιν «ζωὴ αἰώνιος», ἔστιν δὲ τὸ αὐτό. 15.59 Καὶ ὥσπερ ὁ πατήρ «εἷς θεός» εἴρηται, οὕτω ὁ υἱὸς κέκληται μονογενής, θεός, λόγος καί «εἷς κύριος Ἰησοῦς Χριστός». 15.60 καὶ ὡς Ἰάκωβος περὶ αὐτοῦ γράφει 15.60 «εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ μόνος σώζειν δυνάμενος», οὕτω τὸ πνεῦμα παρὰ Παύλου Κορινθίοις καὶ Ἐφεσίοις γράψαντος ὕμνηται «ἕν» καί «τὸ αὐτό» καὶ μόνον, καὶ μόνον, ἵνα καὶ αὐτῷ τούτῳ τῷ ὡσανεὶ ἀριθμῷ, ἵν' οὕτω λεχθῇ, δείκνυνται φέρουσαι αἱ μακάριαι ὑποστάσεις αὗται τὸ ἑναδικὸν ἤτοι μοναδικὸν τῆς πατρικῆς θεότητος. 15.61 καὶ εἰ ἐπὶ τοῦ πατρὸς ἀληθὲς τό «ὁ θεὸς καὶ κύριος», ἀψευδὲς καὶ ἐπὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ πνεύματος. 15.62 Ὡς γὰρ ἐπεμνήσθημεν πολλαχοῦ, ἥ τε πρεσβυτέρα διαθήκη τὴν ἰσοτιμίαν φυλάξασα διελάλησεν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου», καί «ἔβρεξεν κύριος παρὰ κυρίου», καί «ἐποίησεν ὁ θεὸς κατ' εἰκόνα θεοῦ τὸν ἄνθρωπον», καί «τίς θεὸς πάρεξ τοῦ κυρίου καί τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;» 15.63 Καὶ ἐν τῇ νέᾳ δὲ διαθήκῃ ὁ μὲν Ἰωάννης ἔφη, ἅπερ ἤδη ἐλέχθη. ὁ δὲ Θωμᾶς «ὁ κύριός μου καὶ ὁ θεός μου», καὶ ὁ Παῦλος «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν. «καθάπερ ἀπὸ κυρίου πνεύματος» καὶ «δῴη κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου τῷ Ὀνησιφόρου οἴκῳ». ὁ δὲ Ἰώβ· «πνεῦμα θεῖον τὸ ποιῆσάν με», καὶ «πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισίν». 15.64 Ταὐτὸν δέ ἐστιν τῇ γραφῇ λέξαι «θεῖον» ἤ «θεόν», ὡς διδάσκουσιν Παῦλος μὲν Ῥωμαίοις γράφων· «ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης», αἱ δὲ Πράξεις· «οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης ἢ ἐν θυμήσεως ἀνθρωπίνης, τὸ θεῖον εἶναι ὅμοιον», ὁ δὲ Πέτρος ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· «ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως». 15.65 Καὶ ὃν τρόπον ὁ πατὴρ ἀκατάληπτος, οὕτω καὶ τοῦ Χριστοῦ ὁ πλοῦτος ἀνεξιχνίαστος κατὰ τὸν Παῦλον τυγχάνει ὤν. φησὶν γάρ· «ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις, εὐαγγελίζε σθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ». ἀλλὰ καὶ «τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας» οὔτε «τῆς συνέσεως ἀριθμός» κατὰ τὸν ∆αυΐδ, οὔτε «τῆς εἰρήνης ὅριον» κατὰ Ἠσαΐαν, 15.66 καί «τὸ ἄφθαρτον δέ σου», φησίν, «πνεῦμά ἐστιν ἐν πᾶσιν», καί «πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην». 15.67 οὐδεὶς γὰρ ἂν οὕτω παχύνους καὶ νωθὴς εὑρεθείη, ὅστις μὴ ἐκ τούτων τῶν ἀπλάστων καὶ καθαρῶν μαρτυριῶν τὸ ἀπέραντον τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος συνίδοι. 15.68 Καὶ ἰσόσταθμα καὶ ὁμοιόλεκτα τὰ περὶ ἀμφοῖν τῶν ὑποστάσεων γραφέντα παρὰ τοῦ ἀποστόλου φημί, τά τε περὶ τοῦ πατρὸς διαλεγόμενα· «ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεός», καί «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι»· τά τε περὶ τοῦ υἱοῦ Ῥωμαίοις γραφέντα· «ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». πρὸς τούτῳ καὶ «τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου». 15.69 Ἔτι ὅμοια τὰ χρησθέντα περὶ μὲν τοῦ πατρός· «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», περὶ δὲ τοῦ υἱοῦ αὐτοῦ· «ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστός». 15.70 καὶ ἑτέρωθι· «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν