1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

12

γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι εἷς κύριος Ἰησοῦς Χριστός». 15.71 Περὶ δὲ τοῦ πνεύματος κατά τε τὰ περὶ αὐτοῦ προσφάτως εἰρημένα καὶ καθὸ πάντα νοεῖσθαι κεχρεώστηται αὐτῷ, ὅσα ἐστὶν ὁ πατήρ, ὣς πνεῦμα αὐτοῦ, δίχα μέντοι τοῦ εἶναι πατέρα. ἐξεικονίζει γὰρ καὶ ἐν τούτῳ καὶ ἐν πᾶσιν τὸν θεόν, ᾗ διαγορεύει «ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν». 15.72 καὶ ἰσοδύναμον τῷ μελῳδηθέντι περὶ τοῦ θεοῦ πατρός· «σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν» τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθὲν ἐν π ϛʹ ψαλμῷ· «μήτηρ Σιὼν ἐρεῖ· ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῷ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος» καὶ τὸ περὶ τοῦ ἁγίου πνεύματος ἐν εὐαγγελίῳ· «ὑμεῖς λήψεσθε δύναμιν ἐξ ὕψους ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς». 15.73 Καὶ καθὰ μέγας ὁ πατὴρ πρὸς τοῖς ἄλλοις, ὅτι οἶδεν τὸν υἱόν, οὕτω καὶ ὁ υἱὸς μέγας ἐστὶ καὶ διὰ τὸ γινώσκειν τὸν πατέρα· 15.74 ὁμοίως καὶ τὸ ἅγιον πνεῦμα. φησὶν γάρ· «οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». καὶ ἀπαράλλακτον τῷ παρὰ Παύλου Ἑβραίοις γραφέντι περὶ τοῦ πατρός· «ἔπρεπεν γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα» τὸ περὶ τοῦ υἱοῦ χρησμῳδηθέν· «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ περὶ τοῦ πνεύματος· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν». 15.75 Αἱ οὖν τῷ θεῷ καὶ πατρὶ ἐν ἴσῳ ἐκτετιμημέναι ἔνδοξοι ὑποστάσεις, ὡς τὴν ἐπὶ πάντων θεϊκὴν ἄμικτον καὶ ἀπαράβλητον αὐτοῦ φύσιν διακληρωσάμεναι, πῶς ἂν ἐν πᾶσιν ὑπὸ θεῷ, καθὸ κτιστὰς ψηφίζονται αὐτάς, συναριθ μηθείησαν; 15.76 ὥσπερ γὰρ ἀδύνατόν ἐστιν μὴ τὸν πατέρα ἀνάρχως τε καὶ ἀληθῶς εἶναι πατέρα-οὐ γὰρ χρόνῳ οὐδ' ἐπίθετον ἔσχεν τὸ ὄνομα τοῦτο-, οὕτως ἀδύνατόν ἐστιν μὴ τὸν υἱὸν λόγον καὶ τὸ πνεῦμα αὐτοῦ ἀνάρχως τε καὶ φύσει εἶναι ἐκ τῆς ὑποστάσεως αὐτοῦ. ἅμα γὰρ πατήρ- συγχωρηθῇ δὲ τὸ οὕτως εἰπεῖν-ἀδιαστάτως ὁ μὲν ἐγεννήθη, τὸ δὲ ἐξεπορεύθη. 15.77 καὶ τοῦ εἶναι οὖν πατέρα τοῦ μονογενοῦς καὶ τοῦ ἔχειν τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον παρ' αὐτοῦ οὐ παρῄρηται. καὶ διὰ τὸ εἶναι πατέρα οὔτε χρόνῳ οὔτε οὐσίᾳ διαφέρει τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αὐτοῦ. εἰ γὰρ ὕστερον ἐγέννα, μετεβάλλετο ἂν ἤτ' οὖν ἐτρέπετο, ὅπερ ἀλλότριον θεότητος μετὰ τοῦ εὑρίσκεσθαι τὸν θεόν ποτε μὴ λεγόμενον ἢ μὴ ὄντα πατέρα ὡς μήπου γεγεννηκότα. 15.78 Καὶ Ἑβραίοις δὲ ὁ ἀπόστολος τὸ ἄναρχον καὶ ἀκατάληπτον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσεως παριστῶν γράφει περὶ τοῦ Μελχισεδέκ· «ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος μηδὲ ἀρχὴν ἡμερῶν ἔχων, μηδὲ τέλος ζωῆς, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ». 15.79 ἀφωμοίωτο δέ-καθὸ οὐκ ἐγενεαλογήθη, ὡς ἔθος ἦν ποιεῖν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ περὶ τῶν ἐν αὐταῖς ἐντίμων-διὰ τὸ εἶναι αὐτὸν τύπον καὶ ὑπογραμμόν τινα τοῦ δεσπότου, τοῦ ἄνω μὲν ἀμήτορος καὶ ἀχρόνου, κάτω δὲ ἀπάτορος καὶ ἀπὸ χρόνου. 15.80 καίτοι ἐπιφανὴς ἱερεὺς γενόμενος ὁ Μελχισεδέκ, ὡς εὐλο γηθῆναι παρ' αὐτοῦ τὸν Ἀβραὰμ καὶ δεκάτας αὐτῷ τῶν σκύλων παρασχεῖν, καθὰ ὁ αὐτὸς ἀπόστολος λέγει· «θεωρεῖτε δέ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ». καὶ πάλιν· «καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτω ται», τουτέστιν διὰ τοῦ προπάτορος Ἀβραάμ. «ἔτι γάρ», φησίν, «ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν»-Λευΐ, ὁ ἀπόγονος Ἀβραάμ, παρ' οὖ ἡ δεκάτωσις τῷ κυρίῳ, γενικῶς ἐπινενόηται-»ὅτε συνήντησεν αὐτῷ» -τουτέστιν τῷ Ἀβραάμ-»ὁ Μελχισεδέκ». 15.81 Τί δὴ οὖν τὸ βούλημα τῆς κενολογίας αὐτῶν καὶ πῇ τὸ ἄτοπον; σύνες γάρ· ὅσοι ἐθέλωσι λέγειν ἀρχήν, καὶ πέρας ὁμολογοῦσιν, καὶ τῷ γένεσιν ἐπαγγέλλεσθαι, καὶ τὴν ἐκ ταύτης θνῆσιν ἀποδέχονται· 15.82 καὶ τῷ ἐξ οὐκ ὄντων ἢ ἐξ ἀνομοίας τῆς θεϊκῆς οὐσίας ὑπολαμβάνειν γεγενῆσθαι, θνητόν τε ἅμα καὶ ἀλλότριον τῆς τοῦ πατρὸς συνθεότητος ἀποφαίνονται, ὅπερ καὶ λεγόμενον μόνον, οὐχὶ καὶ δοξαζόμενον πάσης ἀθεΐας ἀνάμεστον. 15.83 Ἀλλὰ πρὸς τό «ἐν ἀρχῇ