1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

13

ἦν ὁ λόγος» τὰ ἐκείνων δῆθεν ἰσχυρά; ἐγράφη καὶ περὶ τῆς κτίσεως, φησίν, τό «ἦν». ἔχει γάρ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος», καί «ἦν ἄνθρωπος ἐξ Ἀρμαθὲμ Σιφά». 15.84 Οὐδὲν δὲ κοινὸν τῷ «ἐν ἀρχῇ ἦν» καὶ τῷ «ἐν ἀρχῇ ἐποίησεν», οὐδὲ τῷ κτίστῃ πρὸς τὸ κτίσμα. τὸ γάρ «ἦν» ἐπὶ τῆς κτίσεως περὶ μόνου τοῦ ῥέοντος χρόνου τοῦ καὶ περατουμένου λέγεται καὶ πιστεύεται. 15.85 Ἦν γὰρ ἡ κτίσις μετὰ τὸ ἐξ οὐκ ὄντων γενέσθαι. εἶπεν γὰρ προλαβὼν ὅτι ἐποίησεν αὐτήν, καὶ τότε ἐπήγαγεν τό «ἦν», ἵνα μὴ αὐτόματος νομισθῇ. 15.86 Ἐπὶ δὲ τοῦ θεοῦ λόγου τὸ ὑπεράναρχον σημαίνει. «ἐν ἀρχῇ» γάρ, φησίν, «ἦν» καί «θεὸς ἦν», καὶ τό «ἐν ἀρχῇ ἦν» τὸ ἐκ μὴ ὄντων ἐξωθεῖ. 15.87 Μαρτυροῦσι δὲ περὶ μὲν τοῦ εἶναι τὸν υἱὸν προαιώνιον καὶ ποιητὴν τῶν αἰώνων ὧδε· Παῦλος ἐπιστέλλων Ἑβραίοις μέν· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθη κεν κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν». αὐτὸς οὖν τὰ ἑαυτοῦ κληρονομεῖ καὶ ὡς ποιητὴς αὐτῶν καὶ ὡς ἀληθινὸς υἱός· ἐτέθη δὲ κληρονόμος ὡς ἐνανθρωπήσας. 15.88 Κορινθίοις δὲ ἐν τῇ πρώτῃ ἐπιστολῇ· «θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός», τουτέστιν, ἀρχὴν ἐπινοηθῆναι τοῦ υἱοῦ ἀμήχανον. «ἐν αὐτῷ γὰρ καὶ δι' αὐτοῦ» πᾶσα ἀρχή. 15.89 ∆αυῒδ δὲ ἐν ογʹ ψαλμῷ περὶ τοῦ ἀνάρχου ψάλλων· «ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν προαιώνιος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». λέγει δὲ τὸν Γολγοθᾶν, τόπον μεσώτατον καὶ οἱονεὶ κέντρον τῆς ὑπ' οὐρανὸν ὀνομάζων αὐτόν· ἐν ᾧ τῇ μὲν θεϊκῇ αὐτοῦ προγνώσει πρὸ αἰῶνος εἰργάσατο ἡμῖν σωτηρίαν ἐν τῇ ἐνανθρωπήσει ὁ υἱός, τῷ δὲ πράγματι, ὅτε δι' ἀγαθότητα ἔπαθεν ὡς οἶδεν καὶ ἠθέλησεν ὁ ἀπαθὴς ὑπὲρ ἡμῶν καὶ ἕως «τῆς καρδίας τῆς γῆς», ὡς εἰπεῖν, ἐγένετο, καθὰ καὶ Ἰεζεκιὴλ προφητεύει τοιάδε· «αὐτὴν Ἱερουσαλήμ, εἰς μέσον τῶν ἐθνῶν τέθεικα αὐτήν». 15.90 Καὶ ἐν ριηʹ ψαλμῷ· «εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ». καὶ αὐτὸς περὶ ἑαυτοῦ ὁ δεσπότης αἱρετικοῖς που πάντως ἀποκλείων εἶπεν· «ἀμήν, ἀμήν, λέγω σοι, πρό» τοῦ τοὺς αἰῶνας γενέσθαι «ἐγώ εἰμι». 15.91 Περὶ δὲ τοῦ καθεστάναι πάντων ἀσωμάτων τε καὶ σωματοειδῶν δημιουργόν, οὐχὶ δὲ ὑπουργὸν ἢ μεσίτην, ἐν ταὐτῷ δὲ καὶ ἄναρχον, πρὸς ταῖς ἤδη παρατεθείσαις μαρτυρίαις καὶ ∆αυῒδ ἐν ριγʹ ψαλμῷ ᾄδει· «ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν». οὐκ εἶπεν· «ὅσα ἐπετράπη». 15.92 τίς οὖν καταρνήσαιτ' ἂν τῆς αὐτεξουσίου καὶ παντεξουσίου μονάδος οὐσίας ὑπάρχειν τὸν ἐθελουσίως αὐτουργοῦντα καὶ ἔχοντα ψιλῷ τῷ οἰκείῳ νεύματι πάντα δίχα μελλήσεως συντρέχοντα; 15.93 Καὶ ἐν ραʹ ψαλμῷ· «κατ' ἀρχὰς τὴν γῆν σύ, κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν», ἀντὶ τοῦ «ἄναρχος ὑπάρχεις καὶ ἀπέραντος.» 15.94 Καὶ Παῦλος δὲ τὰ ἴσα γράφει πρὸς Ἐφεσίους μέν· «ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι», πρὸς δὲ Κολοσσαεῖς· «ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατὰ καὶ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν». 15.95 τοῦ γὰρ οὐσιωδῶς ἐξεικονίζοντος τὸν θεὸν καὶ τοῦ πρὸ πάντων τῇ θεότητι οὐδεὶς ὑπέρκειται οὐδὲ πρεσβυτερεύει, ὡς τοῦ μετὰ πάντας οὐδεὶς ὑπόκειται οὐδὲ ὑστερεύει. 15.96 Καὶ ἄλλως· εἰ πρὸ πάντων ἐστὶν μόνος ἐκ μόνου καὶ μόνως, πρὸ πάσης ἐνεργείας ἀπορρήτως ἐγεννήθη καὶ οὐσιωδῶς υἱός ἐστι τοῦ πατρός. δεῖ γὰρ τὸν πρὸ πάντων ὄντα καὶ πάσης φύσεως ὑπερφυῶς ἐπιτροπεύοντα μηδὲν εἶναι τῶν πάντων, 15.97 μηδὲ κτίσμα κατὰ σύγκρισιν νοεῖσθαι τῶν παρ' αὐτοῦ παροισθέντων