1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

16

καὶ τὸ συνάναρχον κηρύττων, γράψας, ὡς ἀνωτέρω ἐλέχθη· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρός» ἐπήγαγεν· «καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». 16.28 καὶ πάλιν πρὸς Κολοσσαεῖς καὶ πρὸς Ἑβραίους ἐπέστειλεν· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». 16.29 καὶ ἐν τῷ κατὰ Ἰωάννην δὲ εὐαγγελίῳ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν πατρικῷ χαρακτῆρι ἐσφραγίσθαι παριστῶν εἶπεν· «τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός». 16.30 συνυφεστηκυίας δὲ δηλονότι τῆς σφραγίδος τῷ ἀρχετύπῳ καὶ ἰσοτύπου οὔσης, καὶ ἐν ἑαυτῇ δὲ δεικνυούσης τελείως καὶ ἀληθῶς τὴν πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου μονάδα τῆς φύσεως. ἡ γὰρ σφραγίς, ὡς καὶ ὁ χαρακτήρ, τὸ ὅμοιον καὶ ἀνόθευτον σημαίνει. 16.31 ἐπεὶ καιρὸς εἰπεῖν καὶ τὸν πατέρα μὴ ἀγενήτως καὶ ἀσυγκρίτως ἔχειν, εἴπερ ἐξεικονίζεται καὶ χαρακτηρίζεται ὑπὸ γενητοῦ καὶ ἀνομοίου. 16.32 Τὰ θεῖα ταῦτα καὶ ἑρμηνείας ἀνεπιδεᾶ λόγια μὴ συνέντες ὀρθῶς, διαστρέφοντες δὲ καὶ ἀνθρωπίνοις νοήμασι μαχόμενοι τοῖς τοῦ θεοῦ ῥήμασι φάσκουσιν· «ἄλλο θεὸς καὶ ἄλλο εἰκὼν θεοῦ, ὡς ἄλλο ἄνθρωπος καὶ ἄλλο εἰκὼν ἀνθρώ που.» 16.33 καὶ τρόπον τινὰ εἰκόνι ἀκινήτῳ τὸν ζῶντα καὶ ἐνεργὸν θεὸν λόγον ἀπεικάζουσιν. κατ' οὐσίαν δὲ καὶ κατὰ πάντα εἰκών ἐστιν ἀπλανεστάτη καὶ ἄναρχος τοῦ πατρός, καὶ οὐ κατὰ μορφὴν καὶ σχῆμα, ὡς ὁ πλαστουργηθεὶς ἢ γεγλυμμένος ἄπνους καὶ οὐκ αὐτοκίνητος ἀνδριάς, οὐδὲ κατὰ εἶδος καὶ χρῶμα, ὡς ἡ τεχνητὴ καὶ μιμητὴ ἄφωνος εἰκών. ταῦτα γὰρ οὐδὲ κατὰ φύσιν, οὐδὲ μὴν εἰς ὅλα τὰ ἄλλα ἐκφαίνουσιν τὸν πρωτότυπον. 16.34 καὶ υἱὸς μὲν γὰρ ἀνθρώπου εἰκὼν οὐσίας τοῦ ἑαυτοῦ πατρός ἐστιν· ἀλλὰ συμβαίνει παραλλάττειν ἡλικίαν ἢ εἶδος ἢ γνώμην ἢ δύναμιν ἢ ἀξίαν ἢ τὰ συναμφότερα ἢ καί τι ἕτερον. 16.35 ὁ δὲ θεὸς λόγος ἀπαραλλάκτως καὶ ἀπηκριβωμένως εἰς ὅλα τὴν ἁπλῆν καὶ ἀσύνθετον καὶ ἀποίκιλον πατρικὴν θεότητα φυσικῶς καὶ ἀνάρχως ἐξεικονίζει. 16.36 Οὐδὲ γὰρ νοεῖν ἐξόν, ὡς κατά τι θεοῦ εἰκὼν καὶ παρά τι παραλλάττει· 16.36 οὐδὲ μὴν γίνεται «ἀσυγκρίτου» εἰκών· οὐδὲ δύναται διὰ τοῦ ἀνομοίου ἢ μικροτέρου ἢ ὑπεξουσίου τὸ ἀληθὲς καὶ ἀρχέτυπον καὶ μεῖζον καὶ αὐτεξούσιον καὶ ἀσύγκριτον φαίνεσθαι· οὐδ' αὖ διὰ τοῦ κτίσματος ἡ φυσικὴ μορφὴ τοῦ κτίσαντος κατανοεῖσθαι. 16.37 Οὐδὲ γὰρ οὐδὲ ἄλλη φύσις τὴν ἑτέραν ἐν ἑαυτῇ ἐπιδείκνυσιν. 16.38 Ἀλλὰ καὶ ὁ πατὴρ εὑρίσκεται ἀνυπόστατος γεγενῆσθαι, ὅτε αἱρετικοὶ τὸν χαρακτῆρα οὐ διδόασιν ἔχειν αὐτὸν τῆς ὑποστάσεως. 16.39 ἀλλ' οὐδὲ ὁ ἀόρατος καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος θεὸς εἰκόνα ἔχει οἵαν ἐκεῖνοι ἐμφαίνουσι μιμητικήν. 16.40 Παραλύει δὲ τὰ ἐκείνων σαφῶς καὶ ἡ ἐπαγωγὴ ἔχουσα· «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». 16.41 περὶ δὲ φυσικῆς εἰκόνος ὑφηγεῖται καὶ Μωϋσῆς οὑτωσί· «ἐγέννησεν Ἀδὰμ τὸν Σὴθ κατὰ τὴν ἰδέαν αὐτοῦ». οὐκ ἦν δὲ ἑτεροούσιος ἀναγκαίως ὁ Σὴθ τῷ Ἀδάμ, καὶ ὅμως ἰδέαν τὴν εἰκόνα καὶ ὁμοίωσιν τῆς οὐσίας ἐκάλεσεν. 16.42 _̓Αλλὰ καὶ περὶ ἀνθρώπου, φησίν, γέγραπται, ὅτι ἐστίν «εἰκὼν καὶ δόξα θεοῦ». 16.43 ἀλλ' οὐδαμοῦ, ὦ οὗτοι, ἄνθρωπος ἢ ἄλλο ποίημα γέγραπται εἶναι «ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως». 16.44 ἄλλο δέ ἐστιν ἄνθρωπον εἰκόνα εἶναι θεοῦ, τουτέστιν τὸ τεχνηθὲν τοῦ τεχνησαμένου, ὡς δίφρος τοῦ τέκτονος Σολομὼν γὰρ λέγει· «ἀναλόγως τῶν κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται», καὶ ἄλλο ἐστὶν κατὰ τὸ σύμμορφον καὶ ταυτούσιον καὶ συνάναρχον ἀπαύγασμα εἶναι δόξης καὶ χαρακτῆρα ὑποστάσεως ἐνυπόστατον καὶ ἀψευδέστατον. 16.45 φησὶν γάρ· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ὁ δὲ ἑωρακὼς ἄνθρωπον οὐχ ἑώρακεν τὸν θεόν, ὡς ὁ θεασάμενος τὸν δίφρον οὐχ ἑώρακε τὸν τέκτονα. 16.46 ἀλλὰ καὶ ἀνάγκη τοῦ μόνου ἀοράτου θεοῦ μόνην ἀόρατον εἶναι ἐκείνην τὴν εἰκόνα καὶ οὐ τὸν κατ' εἰκόνα ὁρατὸν ἄνθρωπον. 16.47 Οὔτε οὖν ἄλλῳ ὅμοιός ἐστιν ὁ υἱός: γράφει γάρ· «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» οὔτε τῷ ἑαυτοῦ πατρὶ ἀνόμοιος· «ἐγὼ γάρ», φησίν, «καὶ ὁ πατὴρ ἕν ἐσμεν». 16.48 οἱ δὲ κτιστῆς εἰκόνος ἔννοιαν ἐπὶ αὐτοῦ