1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

18

αἰδοῦς καὶ τῆς ἐναρμοττούσης ἀποδοχῆς διερευνᾶν τὰς γραφάς. 18.2 ἀναγκαῖον δὲ λοιπὸν τὰς ἀπιθάνους αὐτῶν συρφετολογίας καὶ διαμάχας παρελθόντας καὶ τῷ νοητῷ ποτίμῳ ὕδατι τοῦ ἁγίου πνεύματος τὰς ἁλμυράς, τὸ δὴ λεγόμενον, ἀποκλυσαμένους ἀκοὰς ἐπιδεῖξαι, ὅτιπερ αἱ γραφαὶ διὰ τὸ ταὐτὸν τῆς θεότητος ποτὲ μὲν μίαν τῶν θείων ὑποστάσεων, ποτὲ δὲ τὰς τρεῖς ὀνομάζουσιν, καὶ ἑκάστῃ αὐτῶν ὁμοίως τὸ ἀγαθὸν ἀπονέμουσιν, 18.3 ὡς ὅταν λέγῃ Μωϋσῆς· «ἄκουε, Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», διὰ τοῦ εἰπεῖν «εἷς» δηλώσας τὴν μίαν θεότητα, διὰ δὲ τοῦ «κύριος», εἶτα «θεὸς» καὶ πάλιν «κύριος» τὴν τριάδα σημάνας, παρ' ᾗ πᾶν ἐγκόσμιον καὶ ὑπερκόσμιον ἀγαθὸν ὑπῆρξεν καὶ ὑπάρξει τοῖς ἀνθρώποις· καὶ πάλιν· «εἶπεν ὁ θεός· γενηθήτω στερέωμα, καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ εἶδεν ὁ θεός, ὅτι καλόν»· σημειωτέον, ὅτι καὶ τρεῖς ὑποστάσεις καὶ ἑκάστην θεὸν ὀνομάζει καὶ τὴν συμφωνίαν καὶ τὴν συνεργίαν δείκνυσιν τοῦ εἰπόντος καὶ τοῦ ποιήσαντος καὶ τοῦ ἐπαινέσαντος. 18.4 Καὶ πάλιν· «προστάττει», φησίν, «ὁ θεὸς τῷ Μωϋσεῖ λέγων· λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· οὕτως εὐλογήσετε τὸν Ἰσραήλ· εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε, ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ ἐλεήσαι σε, ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ δῴη σοι εἰρήνην». 18.5 ἵνα δηλώσῃ τρία πρόσωπα, οὐκ εἶπεν ἅπαξ· «κύριος εὐλογήσαι σε καὶ ἐπιφάναι σοι καὶ δῴη σοι εἰρήνην», ἀλλὰ τρίτον ὠνόμασεν «κύριον». 18.6 Καὶ ὣς ἡνίκα προφητεύουσιν Ἀγγαῖος μὲν θεόχρηστον ἐκ προσώπου τοῦ πατρὸς φέρων φωνὴν οὕτως ἔχουσαν· «ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι· καὶ ὁ λόγος μου ὁ ἀγαθὸς καὶ τὸ πνεῦμα μου ἐν μέσῳ ὑμῶν»· 18.7 Ἠσαΐας δὲ ἐξ ὁμοτίμων τῶν αὐτοτελῶν ὑποστάσεων ὁμότιμον τὴν ἀποστολὴν γεγενῆσθαι λέγων καὶ ἐν ὀλίγῃ ῥήσει πᾶσαν κοινωνίαν αὐτῶν ἐνδεικνύμενος καὶ βοῶν· «καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ». 18.8 οὐ γὰρ ἁπλῶς δεύτερον ὠνόμασεν «κύριος κύριος» καὶ οὕτω «τὸ πνεῦμα αὐτοῦ», ἀλλ' ἵνα καὶ τὰς ὑποστάσεις καὶ τὴν μίαν δηλώσῃ θεότητα καὶ θέλησιν. 18.9 ∆αυῒδ δέ καὶ γὰρ καὶ αὐτὸς ἀρήγει τῷ τοιῷδε κεφαλαίῳ καὶ ᾠδῆς ἔμπλεα πάντα ποιεῖ καὶ ἐκφαίνει, ὅπῃ πίστεως ἔσχεν κατὰ τάσδε τὰς λέξεις· ἐν μὲν ιζʹ ψαλμῷ· «τίς θεὸς πάρεξ τοῦ κυρίου καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν; ὁ θεὸς ὁ περι ζωννύων με δύναμιν»· 18.10 ἐν δὲ νηʹ· «σὺ ὁ θεὸς ἀντιλήπτωρ μου εἶ. ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ αὐτοῦ προφθάσει με. ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου». 18.11 ἐν δὲ ϟεʹ· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ». 18.12 τρίτον γὰρ ὀνομάσας ἢ κύριον ἢ θεὸν τὴν τριάδα παρεδήλωσεν. 18.13 Ἀλλὰ καὶ Ἅννα εἰς τὰς βασιλείας προσευχομένη τὴν τριάδα ἐπεκαλέσατο εἰποῦσα· «ἀδωναί, κύριε, ἐλωεὶ σαβαώθ». 18.14 ἑρμηνεύεται γὰρ τῇ ἑβραΐδι φωνῇ τὸ «ἀδωναί»· κύριος· καὶ πάλιν ἑλλάδι φωνῇ εἶπεν «κύριος». καὶ τρίτον ἑβραϊστὶ ἔφη «ἐλωεὶ σαβαώθ», ὅπερ ἐστί· θεὲ στρατιῶν ἤτοι δυνάμεων. 18.15 ἤδη δὲ νῦν καὶ Ἠλίας ὁ Θεσβίτης ἐν τῇ τρίτῃ τῶν βασιλειῶν ἱστορίᾳ, τῆς Σιδωνίας χήρας τὸν υἱὸν νεκρὸν ὄντα ἀναβιῶναι εὐξάμενος, τρίτον ἐνεφύσησεν εἰς αὐτὸν καὶ οὕτως ἀνέστησεν, 18.16 ἐκ τούτου μονονουχὶ σημάνας, ὡς αὐτὸς ἐν τῇ προσευχῇ τὴν ζωοποιὸν ἐπεκαλέσατο τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. 18.17 Καὶ τοῖς ὑδροφόροις δὲ παρακελευόμενος «δισσεύσατε» καί «τρισσεύσατε», τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. 18.18 Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμενον ποιήσω. 18.19 ἐν γὰρ βίβλῳ γενέσεως, ἐν τῇ πυργοποιΐᾳ ὁ θεὸς καὶ πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν πρὸς τὸν ἑαυτοῦ υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα εἰρηκώς· «δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον». 18.20 Καὶ Μωϋσῆς δὲ τὴν ἰσότητα τῆς τριάδος, ὡς οἶμαι, δηλῶν ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ