19
πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέστερον εἰρηκώς, ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντείνειν θεότητι πάντες πιστεύωμεν. 18.21 ∆ιὰ τοῦτο καὶ ἡ θεόπνευστος γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν, ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζεσθαι ἀνθρώπους καθ' ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. 18.22 Καὶ ἁπλῶς ἡ παλαιὰ διαθήκη τύπον φέρουσα τῆς νέας μυστικῶς καὶ προμηθεστάτως διαλέγεται, αἰνιττομένη μᾶλλον ἐν πολλοῖς ἢ φράζουσα ἐν ταὐτῷ· καὶ φράζουσα πλέον ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον, ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους καὶ οὔπω ὄντας σταθερούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας, μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· 18.23 τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. 18.24 πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως ἔφρασεν, δι' ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. 18.25 Ἡ δὲ νέα οὔκετι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαρρήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· 18.26 Παῦλος γράφων Ῥωμαίοις μέν· «εἴπερ εἷς ὁ θεός», Γαλάταις δὲ καὶ Κορινθίοις· «ὁ θεὸς εἷς ἐστιν». 18.27 Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοι νωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν». 18.28 ἐνταῦθα διὰ τὸ ταὐτὸν τῆς θεότητος πρώτου ἐμνημόνευσεν τοῦ υἱοῦ, καὶ οὕτω τοῦ πατρός, εἶτα τοῦ ἁγίου πνεύματος αὐτοῦ. 18.29 κοινωνίαν δὲ τοῦ ἁγίου πνεύματος μετὰ πατρὸς καὶ υἱοῦ εἶπεν τῆς μιᾶς θεότητος καὶ δόξης καὶ βασιλείας. ποία γὰρ ἄλλη ἐπὶ θεοῦ κοινωνία; 18.30 Ἐφεσίοις δέ· «εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάν των καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». εἶτα τοῖς αὐτοῖς· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις». 18.31 Ὧδε πάλιν ὁμοίως διὰ τὸ ἰσότιμον τῶν ὑποστάσεων μετὰ τὸν πατέρα πρώτου τοῦ πνεύματος καὶ οὕτω τοῦ υἱοῦ ἐμνημόνευσεν. 18.32 Καὶ πάλιν Κορινθίοις· «παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν». 18.33 Ἑβραίοις δέ· «εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν». 18.34 ∆ιὰ οὖν τοῦ κυρίου δεδήλωται ὁ υἱός, διὰ δὲ τοῦ θεοῦ ὁ πατήρ, εἶτα καὶ τὸ αὐτεξούσιον καὶ παντοδύναμον τοῦ ἁγίου πνεύματος. 18.35 Καὶ ὁ υἱὸς δὲ ἔδειξεν τὴν μὲν μίαν θεότητα διὰ τοῦ εἰπεῖν· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τὰς δὲ ἰσοτίμους καὶ ἰσοδυνάμους τρεῖς ὑποστάσεις διὰ τῆς περὶ τὸ βάπτισμα διδαχῆς. 18.36 μὴ εἰπὼν δὲ πειραστικῶς ἐξετάσαντι τῷ νομικῷ· μή με λέγε ἀγαθόν, ἀλλά· «τί με λέγεις ἀγαθόν;», ἔδειξεν ὡς καὶ αὐτὸς ἀγαθός ἐστιν ἐν ἴσῳ τῷ πατρί, καὶ ἐκ τῆς πατρικῆς ἀγαθότητος ἐκφαίνεται ἡ αὐτοῦ, καὶ δείκνυται ἀπὸ ἀγαθοῦ ἀγαθὸς γεγεννημένος. 18.37 «εἰ γάρ», φησίν, «οἶδάς με ἀγαθόν, καὶ μὴ συμπλέκεις τῷ διδασκάλῳ τὴν λέξιν» ὡς τό· «εὖ, δοῦλε ἀγαθέ», καὶ ὡς «ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν», καὶ ὡς «ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων», καί· «ἀγαθὸς ἦν Σαούλ, υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καί· «ἀγαθὸς κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα». «Μηδὲν παραιροῦ τοῦ πρωτουργοῦ ἀγαθοῦ, ἀλλ' ὡς θεόν με ἐπίγνωθι, μὴ ἄλλον τῇ θεότητι