1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

21

πνεῦμα αὐτοῦ»· καὶ πάλιν· «ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἔδοσαν τὰ πρόσωπα ἀλλήλων. ἀριθμῷ παρ ήλθοσαν καὶ μία αὐτῶν οὐκ ἀπώλετο. ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, διότι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς» 18.55 Παῦλος δὲ Κορινθίοις· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν,» καὶ πάλιν· «ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου», καὶ πάλιν· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ». 18.56 Ἄλλοτε δὲ μόνον τὸν υἱὸν ὀνομάζουσιν, ὡς ἡνίκα Ἠσαΐας προφητεύῃ· «καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργα τῶν χειρῶν σου πάντες», Παῦλος δὲ Γαλάταις· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε». 18.57 Ἄλλοτε σὺν τῷ ἁγίῳ πνεύματι τὸν μονογενῆ κηρύττουσιν, ὡς ὅταν Παῦλος Κορινθίοις μὲν ἐπιστέλλῃ· «ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», 18.58 Ῥωμαίοις δέ· «ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνει δήσεώς μου ἐν πνεύματι ἁγίῳ», 18.59 καὶ πάλιν· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε». 18.60 Καὶ ἄλλοτε τοῦ ἁγίου πνεύματος καταμόνας ἐπιμέμνηται, ὡς ὁπόταν Ἠσαΐας μὲν προφητεύῃ· «αὐτοὶ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν· «κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς»· 18.61 Παῦλος δὲ Κορινθίοις γράφει· «σαρκικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ». 18.62 καὶ ὣς Στέφανος ἐν ταῖς πράξεσι φάσκει· «ὑμεῖς τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε», καὶ πάλιν· «ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ πνεῦμα τὸ ἅγιον» καθὰ ὡς ἐπίπαν εἰώθαμεν λέγειν· «ἡμεῖς μόνοι ἐνταῦθά ἐσμεν καὶ ὁ θεός.» 18.63 καὶ ὁ σωτὴρ δὲ παρ' Ἰωάννῃ μόνου μνημονεύει τοῦ θεϊκοῦ πνεύματος λέγων· «ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν». 18.64 καὶ αἱ πράξεις ὡσαύτως περὶ τούτου πιστοῦνται· «τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος εἶπεν αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον· ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς», καὶ πάλιν· «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνά βαν εἰς τὸ ἔργον, ὁ προσκέκλημαι αὐτούς». καὶ πάλιν Πέτρῳ εἶπεν τὸ ἅγιον πνεῦμα· «ἀναστὰς πορεύθητι» εἰς τὸν οἶκον Κορνηλίου. 18.65 καὶ αὖθις κομψευόμεναι αἱ ἀποστολικαὶ πράξεις διατριβὴν παρέχουσιν τῷ τοιῷδε λόγῳ· περιέχουσιν γάρ· «τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτόν», καὶ ἔτι· «ὁ γὰρ Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς τὸν λαόν». 18.66 Σημαίνεται δὲ ὁμοίως τὸ ἰσόρροπον καὶ ἰσοδύναμον τῶν παντίμων ὑποστάσεων καὶ ἐν τῷ τὸν δεσπότην θεὸν λόγον διὰ τῆς προλεχθείσης αὐτοῦ εἰς τὸ βάπτισμα πανυμνήτου φωνῆς τὴν ἰσοτιμίαν ἑαυτῷ καὶ τῷ ἁγίῳ πνεύματι τὴν πρὸς τὸν πατέρα φυλάξαι· 18.67 δι' ἣν αἱ ἱεραὶ βίβλοι ποτὲ μὲν πρώτου μέμνηνται τοῦ πατρὸς καὶ οὕτω τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος, ποτὲ δὲ πρώτου ἐπιμέμνηνται τοῦ υἱοῦ διὰ τὸ τῆς φύσεως ἀμέριστον καὶ τῆς θεολογίας τὸ ἀδιάφορον, 18.68 ὡς ὅταν λέγῃ Ἰὼβ τρανῶς τὴν τριάδα δηλῶν· 18.68 «ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν». τὸ ζωοποιοῦν με ἅγιον πνεῦμά φησιν καὶ ἀναπνέειν ἔτι ποιοῦν. 18.69 καὶ ὡς ἡνίκα Παῦλος Θεσσαλονικεῦσι τὸ δεύτερον γράφει· «αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς καὶ πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας», καὶ Γαλάταις· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπου οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρός», καὶ Κορινθίοις, ὡς προείρηται· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος». 18.70 καὶ ὁ σωτὴρ δέ φησιν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ' αὐτῷ