22
ποιήσομεν». 18.71 Ποτὲ δὲ πρῶτον τὸ ἅγιον πνεῦμα ὀνομάζουσιν, μετέπειτα δὲ τὸν πατέρα ἢ τὸν υἱόν, ὡς ὅταν ∆αυῒδ ψάλλῃ· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» 18.72 καὶ ὁ Ἰὼβ τὸ εὔγνωμον δεικνὺς φάσκει· «πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με». 18.73 καὶ ὣς Παῦλος ἐν τῇ πρώτῃ ἐπιστολῇ Κορινθίοις γράφει· «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι ῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν». 18.74 Ποτὲ δὲ περὶ δύο ὑποστάσεων διαλέγονται ὁμωνύμως, ὡς ὅτε Ζαχαρίας λέγει· «εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσει κύριος ἐν σοί, διάβολε». 18.75 Καὶ ἀνωτέρω ἐδείχθη διὰ πλειόνων.
19.ν Περὶ τοῦ τὸ νῦν λεχθὲν περὶ τοῦ πατρός, ἄλλοτε περὶ τοῦ υἱοῦ εἰρῆσθαι ἢ
τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐν μιᾷ θεότητι τὴν τριάδα ὑπάρχειν. 19.1 Ἐν μιᾷ τοιγαροῦν θεότητι οἱ ἱεροφάνται τὴν ἔνδοξον τριάδα ἐπιστάμενοι καὶ τὴν θεολογίαν αὐτῆς ἐπίκοινον οὖσαν, ὅπερ νῦν εἰρήκασι περὶ τοῦ πατρός, ἄλλοτε ἄλλοι περὶ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος διαγορεύουσιν, οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ διὰ τὸ καὶ ἡμᾶς εἰδέναι τοῦτό τε αὐτὸ τῆς ὀρθῆς πίστεως τὸ καίριον· καὶ ὡς, οἵας δ' ἂν ὑποστάσεως ἐπιμνησθῶμεν ἐκ παντός, καὶ τὴν ἄλλην τῇ πίστει συνανελάβομεν, ἅτε ἀχώριστον. 19.2 ἀψευδεῖν δὲ ἀνάγκη τοὺς ἀψευδεῖς ὑποφήτας θεοῦ καὶ δόξης ἀρνουμένης τὴν ἀλήθειαν καθαροὺς τοὺς τὴν ἁπλῆν καὶ ὄντως ἀλήθειαν, τουτέστιν τὴν ἀγαθότητα, τοῦ θεοῦ διδάσκοντας. 19.3 μὴ καθαροῖς γὰρ καθαρῶν ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν φασιν· οἱ δὲ ἦσαν καθαροὶ καὶ πάσης ψευδοδοξίας ἀλλότριοι. 19.4 Εὑρήσομεν δὲ τοῦτο εὐθὺς εἰς τὴν θεοπτίαν, ἣν ἐθεάσατο Ἠσαΐας. τί δὲ μὴ πρῶτον ὅλου ἐκείνου ὡς ἔχει μνημονεύσω τοῦ χωρίου; 19.5 λέγει οὖν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ σεραφὶμ εἱστήκει σαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο· καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ». 19.6 Καὶ μεθ' ἕτερά φησιν· «εἶπέν μοι· εἰπὲ τῷ λαῷ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς». 19.7 καὶ μεταξὺ ἄλλων ἐπιφέρει· «καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφίμ» καὶ τὰ ἑξῆς. 19.8 Τὸν ὀφθέντα τοίνυν κύριον Σαβαὼθ καὶ βασιλέα Ἠσαΐας μὲν οὗτος αὐτὸν τὸν θεὸν πατέρα εἶναι οἶδεν. 19.9 Παῦλος δὲ ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν πράξεων τὸ ἅγιον πνεῦμα τυγχάνειν ὂν ἀπεφήνατο τοιῶσδε ἀνειπών· «καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπὲ αὐτῷ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε» καὶ τὰ ἑξῆς, ὡς πρόκειται. 19.10 Ἰωάννης δὲ ἐν εὐαγγελίῳ τὸν υἱὸν τοῦ θεοῦ εἶναι διωρίσατο. ἔφη γάρ· «τοσαῦτα σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ οὐκ ἐδύναντο πιστεύειν, ὅτι εἶπεν Ἠσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπι στρέψωσιν καὶ ἰάσομαι αὐτούς». καὶ εὐθὺς ἐπάγει· «ταῦτα δὲ εἶπεν Ἠσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ», τουτέστιν τοῦ υἱοῦ τοῦ θεοῦ. ταῦτα μὲν δὴ περὶ τούτων ὧδέ πῃ. 19.11 Ἄκουε δὲ καὶ ἕτερα τῆς αὐτῆς δυνάμεως, τοῦ ∆αυῒδ ἐν ψαλμῷ ϟδʹ ἐκ προσώπου τοῦ θεοῦ πατρὸς ᾄσαντος τῇ λύρᾳ τοιῶσδε· «ἐπείρασάν με οἱ