1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

25

21.ν Περὶ τοῦ διὰ τὸ ἀπαράλλακτον τῆς φύσεως καὶ τῆς οὐσίας λαλεῖν ἐν πι στοῖς τὴν τριάδα. 21.1 Καὶ τὸ λαλεῖν δὲ ἐξ ἴσου ἐν ἁγίοις τὰς θείας ὑποστάσεις τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ ἐξουσίας ἀπαγγέλλει. 21.2 Ζαχαρίας μὲν γάρ-οὐχ ὁ προφήτης, ἀλλ' ὁ πατὴρ Ἰωάννου-κύριον τὸν θεὸν Ἰσραὴλ διὰ τῶν προφητῶν λελαληκέναι ἔφησεν. 21.3 καὶ Παῦλος δὲ ὁμοίως Ἑβραίοις ἐπέστειλεν· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ». 21.4 Καὶ Κορινθίοις δὲ περὶ τοῦ υἱοῦ ἔγραψεν· «ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ». 21.5 Ὁ δέ γε σωτὴρ παρὰ Ματθαίῳ διδάσκει· «οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν ἐστιν τὸ λαλοῦν ἐν ὑμῖν».

22.ν Περὶ τοῦ διὰ τὸν αὐτὸν λόγον, ᾔνουν τὸ ὁμοούσιον τῆς τριάδος,

γεγράφθαι, ζῆν ἡμᾶς τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνευματι. 22.1 Τοῦτο ἐπιφανέστατα θεωρεῖν διδάσκει καὶ τὸ γεγράφθαι, ζῆν ἡμᾶς τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι· ὡς ὅταν Παῦλος διαλέγεται γράμμασι Ῥωμαίοις· «ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 22.2 καὶ πάλιν· «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ»· καὶ Γαλάταις· «εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν». 23.ν Περὶ τοῦ διὰ τὸν λόγον τοῦτον τὸν ἄνωθεν νόμον γεγράφθαι εἶναι τοῦ πα τρος καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. 23.1 ∆ι' ὃν ἔφαμεν λόγον καὶ ὁ ἄνωθεν νόμος γέγραπται εἶναι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθὰ ὁ ἱεροψάλτης λέγει ἐν μὲν λ ϛʹ ψαλμῷ· «ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ», ἐν δὲ λθʹ· «τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου». 23.2 Καὶ ὡς Παῦλος γράφει Γαλάταις μέν· «ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ»· 23.3 καὶ Κορινθίοις ἐν τῇ πρώτῃ ἐπιστολῇ· «ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδήσω τοὺς ἀνόμους». 23.4 Ῥωμαίοις δέ· «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου». 23.5 Καὶ πάλιν τὴν νέαν καὶ τὴν παλαιὰν διαθήκην αἰνιττόμενός φησιν· «νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμμα τος»· καὶ πάλιν· «οἴδαμεν γάρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν». 24.ν Περὶ τοῦ διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος ἐν τῇ τριάδι αἰτίαν χρηματίζειν ἡμᾶς ἢ ἀνθρώπους θεοῦ ἢ Χριστιανοὺς ἢ πνευματικούς. 24.1 Χρηματίζομεν τοίνυν διὰ τοῦτο ἢ ἄνθρωποι θεοῦ ἢ Χριστιανοὶ ἢ πνευματικοί· δι' ὧν φασιν ἡ μὲν ἐν Σαρέπτοις χήρα πρὸς τὸν Θεσβίτην Ἠλίαν· «τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ θεοῦ;» καὶ πάλιν· «νῦν ἔγνων, ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος εἶ σύ»· 24.2 ἡ δὲ Σουμανῖτις πρὸς τὸν ἑαυτῆς ἄνδρα περὶ Ἐλισσαιὲ τοῦ προφήτου· «ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ μέγας παραγίνεται πρὸς ἡμᾶς». 24.3 αἱ δὲ βασιλικαὶ ἱστορίαι· «καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν ἐξ Ἰούδα καὶ προεφήτευσεν ἐπὶ τὸ θυσια στήριον τὸ ἐν Βεθήλ»· 24.4 ὁ δὲ ἱεροψάλτης ἐν τῇ ἐπιγραφῇ τοῦ πθʹ ψαλμοῦ· «προσευχὴ Μωυσῆ, ἀνθρώπου τοῦ θεοῦ». 24.5 ὁ δὲ Παῦλος Τιμοθέῳ γράφων τὸ δεύτερον· «ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος». 24.6 Αἱ δὲ πράξεις· «ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ χρηματί σαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς». 24.7 Ὁ δὲ Παῦλος Κορινθίοις ἐν ἐπιστολῇ διαλεγόμενος· «περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. οἴδατε, ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς δύναται εἰπεῖν «κύριος Ἰησοῦς» εἰ μὴ ἐν πνεύματι ἁγίῳ»·