27
.............................................................. 26.1 ...»Τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;» ὃς γάρ, καὶ οἱ ἔξω φασίν, "4πείθεται θεῷ, μάλα τ' ἔκλυεν αὐτοῦ"5. 26.2 Τοιγαροῦν οὐδὲν ἐπίκτητον ἢ ὑφ' ἑτέρου ἐνεργούμενον ἐν ἑαυτῷ εἶναι, οἴκοθεν δ' ἐπάγεσθαι τἀγαθὰ πάντα παριστῶν τὴν μίαν θεϊκὴν εἰρήνην, ἧς «ὅριον οὐκ ἔστιν», περὶ ἧς Ἠσαΐας διακέκραγεν· «κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν», ὡς αὐτοῦ τυγχάνουσαν διὰ τὸ ἐπίκοινον τῆς φύσεως καὶ κυριότητος δίδωσιν κατ' ἐξουσίαν. 26.3 ἔφη γάρ· «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν». 26.4 ∆ιὸ οὐχ ἥκιστα καὶ Παῦλος τοῦτο τὸ θεόσδοτον χρῆμα ἄμφω τὰς ἀγενήτους ὑποστάσεις ἀπαραλλάκτως χορηγεῖν ἔφη, 26.5 Ῥωμαίοις οὕτω που γράψας· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ». 26.6 διάγνωσιν δὲ ἡμῖν τοῦτ' αὐτὸ οὕτως ἔχειν παρέσχετο καὶ τό· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». 26.7 ταῦτα γὰρ οὐκ ἀμαθῶς εἰς τὴν κτίσιν, ἀλλ' εἰς τὴν θεϊκὴν ἀξίαν ἐκλαμβάνεται, εἰ ἀξίαν ἐπὶ τοῦ θεοῦ φάναι χρή. 26.8 Θεὸς γάρ, φησίν, ἐστὶν ὁ πατήρ. εἰμὶ καὶ ἐγώ· υἱὸς γὰρ αὐτοῦ μονογενὴς καὶ ἀληθινὸς καὶ ἀγαπητός. 26.9 Κύριός ἐστιν ὁ πατήρ. εἰμὶ καὶ ἐγὼ πάντων κύριος καὶ κληρονόμος ζῶντος πατρὸς τῆς κληρονομίας δεσπόζων. 26.10 κληρονομῶ δὲ τὰ ἑαυτοῦ, τοῦτο μὲν ὡς ποιητὴς αὐτῶν, τοῦτο δὲ καὶ ὡς γνήσιος υἱός. 26.11 ἐτέθην δὲ κληρονόμος ὡς ἐνανθρωπήσας. 26.12 ∆ημιουργὸς καὶ βασιλεύς ἐστιν ὁ πατήρ. εἰμί. εἶπον γὰρ ὑμῖν ὡς «ἦν τις βασιλεὺς καὶ ἐπορεύθη ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ τῷ βασιλεῖ». 26.13 Ἄτρεπτός ἐστιν ὁ πατήρ. εἰμὶ καὶ ἐγώ. κεχρησμῴδηται γὰρ περὶ ἐμοῦ· «σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν». 26.14 Ἀπαθής ἐστιν ὁ πατήρ. εἰμί, ὡς καὶ τοὺς μετόχους μου ἀπαθείας μεταλαμβάνειν. 26.15 Ἄναρχος ὁ πατήρ. εἰμί. οὐ γὰρ ἦν ὅτε οὐκ εἶχεν τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς δόξης αὐτοῦ τὸ ἐνυπόστατον ἀπαύγασμα καὶ τὸν «χαρακτῆρα τῆς ὑποστάσεως» καὶ τὴν «εἰκόνα τῆς θεότητος», ἐμέ. 26.16 ζωὴ καὶ φῶς καὶ ἀγαθότης καὶ δύναμις καὶ σοφία καὶ ἀλήθεια καὶ ὅσα θεοῦ ἄξιά ἐστιν ὁ πατήρ. εἰμί, ὡς φθάσαντες ἠκούσατε. 26.17 Καὶ μέντοι καὶ σωτὴρ ἐγώ, «ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἁμαρτωλούς» καὶ οὐκ ἐπάγων «κακὸν ἀντὶ κακοῦ» 26.18 Φιλάνθρωπος ὁ πατήρ. εἰμί, ὅπουγε ὑμῶν ἕνεκα «ἐμαυτὸν ἐκένωσα μορφὴν δούλου λαβών», καὶ ῥαπιζόντων καὶ ἐμπτυόντων καὶ ἐμπαιζόντων καὶ σταυρούντων ὑμῶν ἠνεσχόμην. 26.19 Πάντα οὖν εἶπεν τὰ πατρικὰ τυγχάνειν αὐτοῦ, ὥστε μηδὲν πλέον διδόναι τῷ θεῷ πατρὶ ἢ μόνον τὸ εἶναι πατέρα υἱοῦ συνανάρχου καὶ συνυφεστῶτος 26.20 Οὕτω πιστεύειν ἀναπείθει καὶ τό· «πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς». 26.21 εἰ γὰρ μὴ διὰ τὴν φυσικὴν σχέσιν ὧδε ἐλέχθη καὶ πᾶσιν τοῖς πατρικοῖς οὐσιωδῶς δεδόξασται ὁ υἱός, εἰ μὴ βασιλεία καὶ δεσποτεία μία τυγχάνει, ἆρα, κατά γε λόγον αἱρετικόν, ἔστιν ἃ μὴ ὑπὸ τὴν τοῦ πατρός, ἀλλ' ὑπὸ τὴν ἐξουσίαν τοῦ υἱοῦ τελεῖ. 26.22 Καὶ πάλιν· «ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με». 26.23 ἐμοί, φησίν, λέγοντι περὶ τῆς ἐμαυτοῦ θεϊκῆς δόξης, ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἀπιστεῖτε· ἀλλ' ἔστιν ὁ μαρτυρῶν μοι πατήρ, ὅτι κατὰ φύσιν δοξάζομαι, υἱὸς μὲν ὢν αὐτοῦ ἀγαπητὸς καὶ ἀληθινός, θεὸς δὲ ὑμῶν καὶ δεσπότης. 26.24 Εἶτα λέγει· «πάτερ, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε». ἴση κἀνταῦθα ἐφυλάχθη τιμή τε καὶ δόξα ταῖς θείαις ὑποστάσεσιν. ᾧ γὰρ ἂν ὑπολάβωμεν τρόπῳ τὸν πατέρα δοξάζειν τὸν υἱὸν αὐτοῦ, τούτῳ αὐτὸς δοξάζεται ὑπ' αὐτοῦ. 26.25 Καὶ αὖθις ἐπάγει· «καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί». 26.26 φρικτὸν ἀκοῇ, ὅτι ὁ δόξαν ἔχων ἀνάρχως παρὰ τῷ ἑαυτοῦ πατρί-τοῦτο γὰρ σημαίνει τό· ᾖ εἶχον δόξῃ πρὸ τοῦ τὸν κόσμον εἶναι-ὑπὸ αἱρετικῶν οὐ δοξάζεται. 26.27 ποία δὲ ἦν αὕτη; ἣν ὡς οἶμαι καὶ