1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

28

Μάρκος ἔφη· «ὅταν ἔλθῃ ὁ υἱὸς ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», ἀντὶ τοῦ· τὴν πατρικὴν δόξαν ἔχει καὶ ἐν αὐτῇ ἥξει τὸ δεύτερον. 26.28 ὧν δὲ ἡ δόξα μία, οὐκ ἄλλη καὶ ἄλλη θεότης καὶ βασιλεία καὶ προσκύνησις καθέστηκεν. 26.29 ὅθεν προπαραγγέλλει «πιστεύετε εἰς τὸν θεὸν καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν». 26.30 «τῆς γὰρ θεότητος», φησίν, «διαφορὰν οὐκ ἐχούσης, μίαν πίστεως γνῶσιν περὶ τῆς τριάδος ἔχειν ὀφείλετε, ἵν' οὕτω κατασκηνώσητε ἐν ἐκείναις ταῖς τρισμακαρίσταις αὐλαῖς ταῖς πᾶσιν ἁρμοδίαις τε καὶ ἀρκούσαις». 26.31 Οὐ μόνον γοῦν τὰ ὑφηγητοῦ, ἀλλὰ καὶ τὰ θεοῦ παρέχων λέγει· «ἀφέωνταί σοι αἱ ἁμαρτίαι». προσέχεις κἀνταῦθα τὸ αὐτεξούσιον αὐτοῦ, ὅτι ὡσανεὶ πρὸς μείζονα οὐ πρεσβεύει, ἀλλ' ὡς αὐτοκράτωρ συγχωρεῖ. 26.32 Ματθαῖος δέ, συνεισφέρων καὶ αὐτὸς ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ θεολογίαις, ἔφη· «οὐδεὶς γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ πατήρ». 26.33 Πῶς τοίνυν οὗτοι φιλονεικοῦσιν ὡς εἰδότες τὸν μὲν πατέρα ἀσύγκριτον, τὸν δὲ υἱὸν αὐτοῦ ἀνόμοιον αὐτῷ, τὴν δὲ οὐσίαν ἀγεννησίαν· οὐδὲν ἐξαίρετον τῇ γνώσει τοῦ θεοῦ πατρὸς καὶ τοῦ μονογενοῦς θεοῦ καταλιμπάνοντες 26.34 οὐδὲ λογιζόμενοι, ὅτιπερ οὐδὲν ἑτεροφυὲς ἴσην τῷ ἑτεροουσίῳ κέκτηται γνῶσιν; 26.35 Παῦλος δὲ ὁμοίως γράφει Τιμοθέῳ μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ· «προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, φυλάξαι τὴν παραγγελίαν ἄσπιλον, ἀνεπίληπτον ἕως τῆς ἐπιφανείας τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατὸς καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν καὶ φῶς οἰκῶν ἀπρόσιτον, ὃν οὐδεὶς ἀνθρώπων εἶδεν οὔτε ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ δόξα αἰώνιος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». 26.36 αἱρετικοῖς μὲν γὰρ δέδοκται τῷ πατρὶ μόνῳ διδόναι τό· «ὁ μόνος δυνατὸς καὶ βασιλεὺς βασιλευόντων» καὶ τὰ ἑξῆς. 26.37 ὥσπερ δὲ περὶ ἀμφοῖν τῶν ἀειμνήστων ὑποστάσεων εἶπεν· «προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ», οὕτως ἐπ' ἀμφοῖν αὐτῶν ὡς κατὰ ἑνὸς τῇ θεότητι καὶ τὰ ἑξῆς ὕμνησεν. 26.38 οὐ γὰρ ὡς οὗτοι ἠγνόησεν αὐτὸς τό· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», καὶ τό· «ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα», καὶ τό· «οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος», καί· «οὗτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», καί· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». 26.39 ἀλλὰ καὶ ἀποτείνεται μᾶλλον τὰ ἐκκείμενα πρὸς τὸν υἱόν. ἔχει γάρ· «παραφυλάξαι τὴν παραγγελίαν ἕως τῆς ἐπιφανείας τοῦ κυρίου Ἰησοῦ Χρι στοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατός». 26.40 δῆλον δ' ὅτι ὁ υἱὸς δείξει τὴν ἑαυτοῦ ἐπιφάνειαν τὸ δεύτερον ἐλευσόμενος. ἐπιτήρει οὖν ὅτι καὶ δόξαν τὴν πρώτην αὐτῷ ἀπονέμει. 26.41 Ῥωμαίοις δέ· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθο ρᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης». 26.42 καὶ ταυτὶ δὲ διὰ τὴν ἰσοτιμίαν πατρὸς καὶ υἱοῦ οὐ ῥέπει πρὸς ποίημα. 26.43 οὐ γὰρ ἐν τῷ γεννητὸν νοεῖσθαι τὸν δημιουργὸν ἡ ἀιδιότης καὶ θειότης αὐτοῦ οὐ γνωρίζεται, τουτέστιν ἡ ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχουσα θεότης. 26.44 Φιλιππησίοις δέ· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών». 26.45 τί τῆς ἰσότητος ταύτης εὑρίσκεται ἄνισον; οὐχ ἥρπασε γάρ, φησίν, οὐκ ἔλαβε τὸ ἴσον εἶναι τῇ φύσει τῷ θεῷ καὶ πατρί. καὶ δὴ ὁ μὴ ὑπ' ἄλλου κενωθείς, ἑαυτὸν δὲ κενώσας, αὐθέντην δεσπότην ὁμοῦ καὶ ἀίδιον ἑαυτὸν ἐπέδειξεν. 26.46 εἰ γὰρ ἐγένετο ἐν δούλου μορφῇ, ἀναμφίλογον ὡς οὐ διετέλει, πρὶν 26.46 ἢ τοῦτο γένηται, ἐν ποιήμασιν, ἀλλ' ἐν ἐλευθέρᾳ τῇ πατρικῇ φύσει ἦν. ἐπειδὴ μὴ δυνατὸν ἦν ὀφθῆναι, συγκατέβη ἀτρέπτως ἀφαντασιάστως ἕως οἰκέτου μορφῆς. 26.47 καὶ τὰ τοῦ οἰκέτου ἀπώσατο ἄχθη καὶ ζωῆς φαιδροτέρας δέδωκεν ἀρχήν· ὅθεν