29
καὶ ὅστις ἀνάρχως ἦν ἐπεγνώσθη. 26.48 Καὶ τὰ ἄλλα δὲ τὰ ἐπισταλέντα τοῖς αὐτοῖς Φιλιππησίοις, ὅτι ἤδη πως τὸν υἱὸν προὔχοντά τε καὶ ὑπερβάλλοντα σὺν τῷ ἑαυτοῦ πατρὶ ὅσον πρὸς ἀσυνέτους ἀποφαίνει, ἤδη μοι λέλεκται πρόσθεν ἐν κεφαλαίῳ ζʹ. 26.49 κωλύει δὲ οὐδέν, καὶ ἀπὸ τῆς ἀρχαίας τοῦτο συστῆσαι γραφῆς· δεῖ γὰρ μὴ παρέργως κεχρῆσθαι τῇ θεολογίᾳ. 26.50 Λέγει οὖν παρὰ τῷ Ἠσαΐᾳ ὁ θεός· «τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. κἂν πληρώ σητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλή ρεις. λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς ἁμαρτίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν». 26.51 ὁρᾷς τοίνυν, ὅτι καὶ φθάνει φιλανθρωπία τὴν ἀπειλήν, ὅσον οὐδέπω διαλλαττόμενος καὶ μηνιεῖν μακρά, μᾶλλον δὲ μηνιεῖν ὅλως οὐκ εἰδώς. 26.52 καὶ μισεῖ τὰς ἑορτὰς αὐτῶν, ὅ ἐστι τὴν θρησκείαν, ὡς τῆς τελεωτάτης θεογνωσίας ἀπολειπομένην· παρακελεύεται δὲ βαπτισθῆναι ὥστε δέξασθαι τὴν πίστιν πρὸς τὸν περὶ τοῦ βαπτίσματος δεσποτικὸν ὅρον. 26.53 ἐπιστώσατο δὲ ἡμᾶς καὶ ἀλλαχοῦ ὁ Παῦλος ἐπὶ λέξεως ἀνακεκραγώς, μὴ ἔχειν ἑαυτοῦ μείζονα τὸν υἱόν. 26.54 εἰπόντος γὰρ τοῦ θεοῦ ἐν τῇ Γενέσει πρὸς τὸν Ἀβραάμ· "4τὸν υἱόν σου προσένεγκέ μοι θυσίαν"5 καὶ τοῦτο προθύμως ποιήσαντος καὶ ἐπάγειν ἐπ' αὐτὸν τὴν χεῖρα μαχαίρᾳ ὡπλισμένην μέλλοντος ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου εἰπών· «Ἀβραάμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μήτε ποιήσῃς αὐτῷ μηθὲν κακόν. νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ». 26.55 εἶτα κριοῦ πρὸς τὴν θυσίαν ἀντὶ Ἰσαὰκ εὑρεθέντος καὶ τῆς θυσίας ὑπὸ Ἀβραὰμ πληρωθείσης, τῇ μὲν γνώμῃ διὰ τοῦ παιδός, τῇ δὲ σφαγῇ διὰ τοῦ κριοῦ, «ἐκάλεσεν», φησίν, «αὐτὸν ἐκ δευτέρου ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ πρᾶγμα καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς». 26.56 Ἦν δὲ οὔτε ὁ πατὴρ οὔτε μὴν λειτουργὸς ἄγγελος. 26.57 οὐ γὰρ ὀμνύει καθ' ἑαυτοῦ λειτουργὸς ἢ εὐλογεῖ ἢ λέγει· «οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ»· οὐδ' ἀποστῆσαι τὴν τῷ θεῷ προσαγομένην τολμᾷ θυσίαν οὐδ' αὖ προσίεσθαι αὐτὴν ἐξουσιάζει· 26.58 ἀλλὰ ἦν ὁ τὴν θυσίαν ζητήσας μονογενὴς θεὸς λόγος χαριζόμενος τὸν μονογενῆ τῷ Ἀβραάμ, ὡς Παῦλος ἑρμηνεύει γράφων Ἑβραίοις οὑτωσί· «τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός»-ἅπερ ἐπηγγείλατό τε καὶ ἐποίησεν-»ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσεν καθ' ἑαυτοῦ λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε». 26.59 καὶ Ῥωμαίοις δὲ τὸν υἱὸν αὖθις καθ' ἑαυτοῦ ὀμνύοντα ἐξηγεῖται· «πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθῶς γέγραπται· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο γήσεται τῷ θεῷ». 26.60 Καὶ τὸ ἐκ δεξιῶν δὲ συγκαθέζεσθαι τῷ πατρί, ἔτι δὲ καὶ τὸ θεοφράστῳ γλώττῃ ἀναφθέγγεσθαι τὸν εὐαγγελιστὴν καθέδραν πρέπουσαν τῷ υἱῷ τὸν πατρικὸν εἶναι κόλπον εἰ μὴ σημαίνει τὸ ταυτούσιον καὶ ὁμότιμον καὶ τὸ χρῆναι σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι αὐτοῦ προσκυνεῖσθαι τὸν μονογενῆ θεὸν καὶ υἱόν, ἀλλά-κατὰ ἄνθρωπον οὐ δέον ἐκδέχεσθαι γρὴ τὰ περὶ θεοῦ γεγραμμένα-μείζων καὶ ἐνδοξότερος κατ' αὐτούς ἐστιν ὁ ἐκ δεξιῶν, ὁ τὸν θεϊκὸν ἄφατον κόλπον ὡς τὸν χερουβικὸν ἔχων πολυῶπα θρόνον. 26.61 ὃ μὴ γένοιτο εἰπεῖν ἐπὶ τῆς ἀρρητοτάτης καὶ γαληνοτάτης τριάδος. 26.62 ὁ μὲν γὰρ ∆αυὶδ ᾄδει περὶ τοῦ πατρὸς ἐν ρθʹ ψαλμῷ· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου»· 26.63 ὁ δὲ Παῦλος Ἑβραίοις ὑφηγεῖται· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν