30
ὑψηλοῖς»· 26.64 ὁ δὲ εὐαγγελιστής· «ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ πατρός, αὐτὸ ἐξηγήσατο». 27.ν Ὁμοίως θεολογία περὶ τοῦ υἱοῦ, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος» καὶ ὅτι «θεὸς μέγας» καί «ἐπὶ πάντων», «πρὸς ὃν οὐ λογισθήσε ται ἕτερος» καί «ἀληθινὸς θεός» καὶ «ζωὴ αἰώνιος» καί «μόνος δεσπότης» καί «μόνος θαυματουργός» καί «ὕψιστος» καί «βασιλεύς» καί «ἐξουσια στής» καί «πάντα ἐν πᾶσι Χριστός» καί τὰ λοιπά. 27.1 Τοσαῦτα μὲν περὶ τούτων ἤρκει· οὐκ ἠρεμοῦσι δὲ οἱ τῶν θείων μύσται καὶ τὰ τῆς προνοητικωτάτης πάντων τριάδος ζηλοῦντες ἄλλ' ἔτι ὑψηλά· καὶ οἷα περὶ τοῦ πατρός, τοιαῦτα καὶ περὶ τοῦ υἱοῦ θεολογοῦσιν, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος» καὶ ὅτι «θεὸς μέγας» καί «ἐπὶ πάντων», «πρὸς ὃν οὐ λογισθήσεται ἕτερος» καί «ἀληθινὸς θεός» καί «ζωὴ αἰώνιος» καί «φῶς τὸ ἀληθινόν» καί «μόνος δεσπότης» καί «μόνος ὕψιστος» καί «μόνος θαυματοποιός» καί «βασιλεὺς μέγας» καί «κύριος πάντων» καί «δημιουργός» καί «ἐξουσιαστής» καί «τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον» καί «σωτήρ» καί «πάντα ἐν πᾶσιν Χριστός» καί «εὐλογημένος εἰς τοὺς αἰῶνας» καὶ ὅτι «μέγα τὸ τῆς εὐσεβείας μυστήριον» δῆλον δ' ὡς τὸ Χριστιανῶν, παρ' οἷς ἀγένητος θεὸς ὑμνεῖται ὁ Χριστός καὶ ὅτι τῇ ἑαυτοῦ θεότητι «περιποιεῖ τὸν λαόν», διὰ τὸ ὁμοουσίως ἔχειν πρὸς τὸν πατέρα. 27.2 Τοιῶσδε τοίνυν περὶ τούτων λέγουσιν οἱ μνημονευθησόμενοι νῦν πρὸς ἡμῶν ἅγιοι, οἷς ὁ θεὸς κατὰ τὸν ιεʹ ψαλμόν «ἐγνώρισεν ὁδοὺς ζωῆς»· 27.3 ∆αυῒδ ἐν μὲν ζʹ ψαλμῷ εὐχόμενος· «ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον». 27.4 αἰσθάνῃ, ὡς ὁ προφήτης κύριον καὶ θεὸν οἶδεν αὐτὸν καὶ δέεται αὐτοῦ λέγων «ἐξεγέρθητι» ἐπὶ τὴν ἀνεκλάλητον ἐνανθρώπησίν σου, τρόπῳ ᾧ προώρισας τῷ «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». 27.5 ὑπὲρ ταύτης γάρ φησιν τῆς· περιγινομένης ἡμῖν ἐντεῦθεν σωτηρίας· «τὰ μὲν ἔθνη τῇ πίστει κυκλώσει σε· σὺ δέ, ὅθεν ἦλθες, ἀχωρίστως ἐπάνελθε»· 27.6 ἐν δὲ μ ϛʹ· «θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν». ἐν δὲ μθʹ· «ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ θεὸς ἐμφανῶς ἥξει»· ἐν δὲ ξζʹ· «ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ» καί «ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· κύριος ὄνομα αὐτῷ» ἐν δὲ παʹ· «ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν». 27.7 Ἄθρει μέν, πῶς ἑκάστη λέξις ἀνάπτει τὴν περὶ αὐτοῦ δόξαν καὶ ἐξαρκεῖ πεῖσαι τῆς πατρικῆς μονάδος ὑπάρχειν αὐτὸν οὐσίας· καὶ ὅτι ὁ μεγαλογράφος τὸν ἐν τάφῳ οὐ δίχα ζωῆς τεθέντα, ἵνα σὺν τοῖς ζῶσιν καὶ τοὺς ἀπελθόντας τῶν ἀνθρωπίνων πραγμάτων σώσῃ, θεὸν καλεῖ καὶ ἀνίστασθαι τοῦ μνήματος προφητεύει κρινοῦντα τοὺς μετὰ τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν γηΐνως φρονήσαντας. 27.8 ἴσθι δέ, ὅτι «δυσμάς» τοὺς ἐσχάτους λέγει καιρούς. ἐν αὐτοῖς γὰρ ἐπέστη ἐμφανῶς τῷδε τῷ θεατῷ κόσμῳ. 27.9 Ἐν δὲ ο ϛʹ· «ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποι ῶν θαυμάσια μόνος». 27.10 τὸν σαρκωθέντα θεὸν λόγον ἀνευφημεῖ κἀνταῦθα τὸν ἐν τῷ Ἰουδαϊκῷ ἱερῷ ἐμφιλοχωρήσαντα καὶ διδάξαντα καὶ θαυματουργήσαντα· 27.11 Ἐν δὲ τῷ ριζʹ· «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· θεὸς μέγας κύριος καὶ ἐπέ φανεν ἡμῖν». 27.12 εἰ εὐλόγως παρὰ τῷ προφήτῃ «θεὸς μέγας» καὶ εἰ «εὐλογημένος», ὅ ἐστιν δεδοξασμένος, καί «βασιλεὺς μέγας» καί «μόνος θαυματουργός» ὑπάρχει ὁ ἐπιφανεὶς ἡμῖν κύριος, ἔστιν δὲ ὁ υἱός, -ἀλόγως παρὰ αἱρετικοῖς μικρότερος τοῦ ἰδίου πατρὸς ὑπονοεῖται. 27.13 οὐκ ἐνδέχεται γὰρ τὸν αὐτὸν τῇ ἀληθείᾳ πρώτως μὲν ἔχειν κατὰ τὴν προφητείαν, δευτέρως δὲ κατ' ἐκείνους. 27.14 Εἰ δὴ πυθόμεθα τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται ὡς τὸν πατέρα οὕτω καὶ τὸν υἱὸν ὑπάρχοντα θεὸν τῶν προπατόρων. 27.15 ἐν γὰρ μ ϛʹ ψαλμῷ κέκραγεν· «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἄρχοντες λαῶν