1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

31

συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ». 27.16 συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ· «ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». 27.17 Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν ὡς τὸν θεὸν πατέρα βοᾷ· «ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ». 27.18 ἄλλον γὰρ οὐκ εἴδομεν θεὸν ἢ τὸν ἐκ παρθένου Μαρίας κατὰ τὴν σωτήριον ἐνανθρώπησιν τεχθέντα οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ θεοῦ πατρός· 27.19 «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός» 27.20 καὶ πάλιν, ὡς προελέχθη· «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». 27.21 μεθ' ἕτερά τε ἐπάγει· «καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον». 27.22 ὁ υἱός, φησίν, τοῦ θεοῦ ἐνανθρωπήσας ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν, τοῦτ' ἔστιν· αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων ἐν τῷ ἀρεύστως ὑπὸ παρθένου καὶ ἐξ αὐτῆς ἀρρήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρασχόμενος. 27.23 ὄνομα δὲ αὐτῷ· «θεὸς ἰσχυρός, ἐξουσιαστής». 27.24 οὐκ εἶπεν· «ὑπεξούσιος», ἀλλ' ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν. 27.25 Ὅπερ ὄνομα γινώσκων ∆αυῒδ ψάλλει· «γνώτωσαν, ὅτι ὄνομά σοι κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν», τό «μόνος» διὰ τὴν μίαν θεότητα εἰπών. 27.26 Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος, ὄντα καὶ τῶν παρελθόντων αἰώνων δημιουργὸν διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις. 27.27 κτιστῆς τοίνυν καὶ οὐκ ἀκτίστου φύσεως εἶπεν αὐτὸν πατέρα· εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου υἱοῦ πατήρ. 27.28 παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες ἔφη· «τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον». 27.29 Καὶ Ἱερεμίας δὲ ἤτοι Βαρούχ βίβλος γὰρ μία ἀμφοτέρων ἐστίν σεμνηγορεῖ περὶ αὐτοῦ· «οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». 27.30 Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀπορρήτων ὑποστάσεων ἡ προκειμένη γραφὴ οὕτως ἐρρήθη, λείπεται ἀθεήσαντα εἰπεῖν, ὅτι ὁ τεκὼν αὐτὸς θεὸς καὶ πατὴρ οὐ θεὸς ἡμῶν οὐδὲ συγκρίνεται τῷ υἱῷ αὐτοῦ. 27.31 Ἐκπέπτωκεν δὴ οὖν καὶ εἰσπάμπαν ἠφάνισται ὁ λόγος τῶν διαβαλλόντων μικρότερον καὶ ὑπουργὸν τὸν θεὸν λόγον. 27.32 πῶς γὰρ ἂν ἄλλος εἴη ἀσύγκριτος πρὸς τὸν θεόν, «πρὸς ὃν οὐ λογισθήσεται ἕτερος»; 27.33 καὶ πάλιν· «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός», ὡς ἄλλης θεότητος μὴ οὔσης ἀληθινῆς, εἰ μὴ τῆς τοῦ γνησίου υἱοῦ τοῦ θεοῦ, δι' οὗ καὶ παρ' οὗ καὶ παρ' οὗ ἅμα παντὶ τῷ κόσμῳ καὶ οἱ οὐρανοὶ παρεκομίσθησαν. 27.34 Καὶ ὁ ἔξοχος δὲ ἀνδρῶν Παῦλος τὴν αὐτὴν ἀκολουθίαν τοῖς προφήταις τηρῶν τοὺς πρέποντας περὶ αὐτοῦ ἀποδίδωσι λόγους, γράφων Τίτῳ μέν· «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώ σηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλω τὴν ἔργων». 27.35 ∆ιὰ μὲν γὰρ τοῦ ἀναφθέγγεσθαι «τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» δηλοῖ τὸ μὴ δευτέρως ἔχειν κατ' οὐσίαν καὶ τὸ ἄναρχον πρὸς τὸν μέγα θεὸν πατέρα. 27.36 καὶ κατὰ τὸ φαινόμενον γὰρ ἔστι συνιδεῖν, ὅτι εἰ μικρὸς ὁ υἱός, πῶς ἔσται μέγας ὁ πατήρ; 27.37 εἰ "4ἦν, ὅτε οὐκ ἦν"5 ὁ θεὸς λόγος, ἦν, ὅτε πατρὸς ὄνομα οὐχ ὑπῆρχεν. 27.38 ἔστω δὲ ἵλεω ἡμῖν τοιαῦτα λέγειν τολμῶσιν διὰ τὴν ἄλλων ἀγνωμοσύνην. 27.39 «ἡ γὰρ εὐλάβεια