1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

32

καλὸν ἔθος», φασί, «τοῖς χρωμένοις». 27.40 ∆ιὰ δὲ τοῦ φράζειν «τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον» οὐχὶ δέ· ἄλλῳ ἵνα καθαρίσῃ λαόν, ἀκόλουθα τῶν μνημονευθέντων προσεπιτίκτει. 27.41 σημαίνει γὰρ αὐτὸν τὴν μίαν αὐτεξούσιον καὶ ἀγαθὴν θεότητα τὴν πάντων αἰτίαν διακεκληρῶσθαι. 27.42 ἴδιον γὰρ δημιουρ γοῦ μὲν καὶ οὐ δημιουργήματος τὸ ὑπεραποθανεῖν, εἰ οὕτω χρὴ φάναι, τοῦ ἰδίου ποιήματος· υἱοῦ δὲ ἀγαπητοῦ θεότητα καὶ βασιλείαν οὐ διάφορον ἔχοντος μετὰ πατρὸς τὸ ἑαυτῷ τὸν λαὸν περιποιῆσαι. 27.43 Ἄγων δὲ τὸν λόγον ὁ πολὺς οὗτος καὶ ἀληθὴς ἐξηγητὴς εἰς τὸ ἀποδεῖξαι αὐτὸν ἅμα μὲν φιλάνθρωπον σωτήριόν τε θεόν, ἅμα δὲ ὡς ἑαυτὸν ἐδυσώπησεν καὶ οὐ κρείττονι εἶξεν θεότητι, γενέσθαι μεθ' ἡμῶν ὡς εἷς ἐξ ἡμῶν, τροπῆς δίχα καὶ ἁμαρτίας, φάσκει· 27.44 «ὅτε δὴ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου». 27.45 Κολοσσαεῦσι δὲ καὶ μέμφεται καὶ καταβολὴν τῆς πρωτίστης θεολογίας περὶ αὐτοῦ ποιεῖται γράφων, ὡς ἤδη ἐν τῷ «περὶ ὁμοουσίου» εἴρηται κεφαλαίῳ· «διὰ τί κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστὸν Ἰησοῦν; ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τοῦτ' ἔστιν οὐσιωδῶς. 27.46 καὶ γὰρ ἐκεῖνος φύσει πλήρωμά ἐστιν αὐτὸ ἡ πατρικὴ θεότης ὑπάρχων τῇ οὐσίᾳ. 27.47 «Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· 27.48 ἡμεῖς δὲ ἐκ τοῦ πληρώματος δι' ἀγαθότητα αὐτοῦ χάριν ἐλάβομεν. ἣνπερ φύσει ὡς δοῦλοι οὐκ εἴχομεν κατὰ Ἰωάννην λέγοντα· «καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάρι τος», τοῦτ' ἔστιν τὴν τῆς ἀναγεννήσεως ἀντὶ ἧς ἀπεβάλομεν χάριτος παρακρουσάμενοι τὴν ἐπὶ τῷ ἑνὶ φυτῷ πρώτην θεσμοδοσίαν. 27.49 «οὐκέτι γάρ», φησίν, «ἐστὲ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν»· 27.50 καὶ αὖθις· «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι' αὐτοῦ ἀποκαταλ λάξαι τὰ πάντα εἰς αὐτόν». 27.51 Ἑπόμενα καὶ ταῦτα τοῖς πρόσθεν. τοῦ γὰρ πατρὸς ἐν τῷ υἱῷ καὶ αὐτοῦ ἐν τῷ πατρὶ τῇ φύσει τυγχάνοντος, ὡς καὶ πᾶν συγγενὲς ἀχώριστόν πως τοῦ ἑαυτοῦ συγγενοῦς καθέστηκεν, κἂν τῇ ὑποστάσει διέζευκται, καλὸς καὶ ὁ ἐν τῷ κινουμένῳ ἐδαφίῳ λόγος, εἰ καὶ μὴ ἄγαν βαθέως, ἀλλ' οὐ πᾶσιν εὐσυνόπτως· «δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκαταλλάσσειν τὰ πάντα», ὡς ἁρμόττειν τῷ υἱῷ καὶ τὸ περὶ τοῦ πατρὸς χρησθέν· «ἐξ οὗ τὰ πάντα», εἴπερ ὑγιῶς ἔχει τά τε νῦν εἰρημένα τό τε· «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος». 27.52 Καὶ Τιμοθέῳ δὲ γράψας εἰς ἄκρον ἐθεολόγησεν περὶ αὐτοῦ καὶ ἀπ' ἀμφοῖν τῶν λέξεων τὸ μὴ εἶναι κατὰ θεότητα παρὰ φύσιν τὴν πατρικὴν ἐδίδαξεν. 27.53 εἶπεν γὰρ τοιῶσδε· «ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ». 27.54 οὔπω γὰρ πᾶσιν σαφῶς ἔκδηλος ὢν οὗτος ὁ πάντων γενεσιουργὸς καὶ εὐεργέτης ἐκφανὴς εὑρέθη, ἡνίκα διὰ τὴν πάντων σωτηρίαν ἐγένετο ἐθελοντὴς καὶ ὡς εἷς τῶν πάντων. 27.55 Ὅθεν «ἐδικαιώθη ἐν πνεύματι», τοῦτ' ἔστιν ἀπεφάνθη ἢτ' οὖν ἐβεβαιώθη καὶ παρὰ τῶν ἀγνοησάντων αὐτὸν ἐν τῷ ὄπισθεν χρόνῳ ἀληθινὸς εἶναι θεός· καὶ τοῦτο, φησίν, οὐκ ἀβασανίστως, ἀλλ' αὐτῇ τῇ ψυχικῇ ἡμῶν κινήσει, ὡς ἡ κοινὴ συνήθεια ἔχει λέγειν· "4ὁ δεῖνα ἐδικαιώθη ἀληθινὸς εἶναι υἱὸς τοῦδε"5, πίστιν γένους παρασχόμενος· καὶ ἄλλοτε· "4ὁ δεῖνα ἐδικαιώθη καλῶς ἡγεμονεύειν"5. 27.56 Καὶ ἵνα πιστικώτερος ὁ λόγος φανῇ, ὦφθαι αὐτὸν ἀξιοῖ καὶ ἀγγέλοις, οἷστισι διὰ τὴν θείαν αὐτοῦ ἀπειρίαν καὶ ἀνειδεότητα ἀόρατος ἦν πρὸ ἐκείνου τοῦ χρόνου, ὁμοίως τῷ «μόνῳ ἀοράτῳ θεῷ», καὶ ὑπ' αὐτῶν ὑμνῆσθαι· «δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία»· κεκηρύχθαι δὲ ἐν τῷδε τῷ παντὶ καὶ πεπιστεῦσθαι, ὅτιπερ ὁ ἐκ τοῦ ἀρρήτου φωτὸς ἀχρόνως ἐκλάμψας, ἀπὸ τῆς ἀειπαρθένου ἐν