33
ὑστέροις καιροῖς διὰ φιλανθρωπίαν ἀφράστως ἐτέχθη, τὰ πατρικὰ πάντα ἐκφήνας ἐν ἑαυτῷ· ἀναβεβηκέναι τε πρὸς τὸν πάντα περιειληφότα ἐν δόξῃ, ᾗ ἀεὶ ἐτύγχανεν ὢν μετὰ τοῦ θεοῦ. 27.57 Ἀξιόπιστος δὲ καὶ αὐτός, περὶ οὗ ὁ λόγος, τῇ ἰδίᾳ μαρτυρῶν θεότητι καὶ κυριότητι καὶ λέγων παρὰ Ματθαίῳ μὲν πρὸς τὸν διάβολον· «οὐ μὴ πειράσῃς κύριον τὸν θεόν σου», παρὰ Ἰωάννῃ πρὸς τοὺς ἀποστόλους· «ὑμεῖς φωνεῖτε με· ὁ κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ». 27.58 Θωμᾶς δὲ καὶ τύπους ἥλων, οὓς ἔσχεν δι' ἡμᾶς παρ' ἡμῶν ὁ σωτὴρ ὡς φιλάνθρωπος, ψηλαφήσας οὐκ ἐταράχθη οὐδὲ καθυφῆκεν τῆς περὶ αὐτοῦ ἀνωτάτω δόξης· 27.59 ἠπίστατο γάρ, ὡς μόνης τῆς αὐτοκρατορικῆς ἀπειροδυνάμου καὶ ἀγαθωτάτης φύσεως ἦν, οὐ μὴν δὲ κτιστῆς, τὸ μόνον οὐχ ὑπὲρ ἰδίων κτισμάτων παθεῖν, ἀλλὰ καὶ καθολικὴν ἥν φαμεν καὶ γενικὴν σωτηρίαν, καὶ ταύτην αἰωνίως, δωρήσασθαι. 27.60 τοιγάρτοι κἀντεῦθεν μᾶλλον ἐπιθαρσήσας ἀντεισφέρει αὐτῷ τὴν βεβαίαν πίστιν καὶ ἀνευφημεῖ· «ὁ κύριός μου καὶ ὁ θεός μου». 27.61 Καὶ ἐν ταῖς καθολικαῖς δὲ ἐπιστολαῖς ἐξ ἴσου καὶ ὁμοιολέκτως τὸν υἱὸν τῷ πατρὶ θεολογοῦντες ἔγραψαν, ὡς προελέχθη, Ἰωάννης μὲν ὁ πολὺς ἐν θεολόγοις· «καὶ οἴδαμεν», φησίν, «ὅτι ὁ λόγος τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, τῷ υἱῷ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος». 27.62 ἄλλον, φησίν, μὴ ζήτει τῇ οὐσίᾳ θεὸν ἢ υἱὸν θεοῦ. 27.63 δὶς γὰρ εἶπόν σοι ἐπὶ αὐτοῦ τὸ ἀληθινόν, ὅτι τε «υἱὸς ἀληθινὸς» καὶ «θεὸς ἀληθινός», δεδωκὼς διάνοιαν τοῖς λαβεῖν ἀξίοις· ὥστε ἔχειν εἰδέναι ὡς ἀληθῶς γεγέννηται καὶ ἀληθῶς ἐστι τῷ τεκόντι θεῷ ὁμοούσιος. 27.64 Ἰούδας δὲ ὁ εἰς τοὺς δυοκαίδεκα μονοκτήτορα ὡρίσατο αὐτὸν ὡς τὴν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν πατρικὴν διακληρωσάμενον θεότητα, οὑτωσί που τοῖς ἁπανταχοῦ γράψας· «παρεισέδυσαν γάρ τινες ἄνθρωποι πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι». 27.65 Ἀλλὰ καὶ Πέτρος ὁ ἐν ἀποστόλοις κορυφαῖος ἐν ταῖς πράξεσιν φαίνεται εἰπών· «τὸν λόγον, ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων κύριος». 27.66 τοῦ οὖν ἢ πῶς ἢ πότε τοσαύταις ἐναργέσι τε καὶ ἰσοτρόποις καὶ ἀπαραλλάκτοις τοῦ πατρὸς τετιμημένος χρῃσμωδίαις ἀνόμοιος εἰσκομισθείη; 28.ν Περὶ τοῦ τὸν υἱὸν πᾶν ἀγαθὸν ἀνατέλλειν καὶ εἶναι «ἥλιον δικαιοσύνης καί ἴασιν» καί «θησαυρὸν σοφίας καὶ γνώσεως» καί «φῶς», καὶ τοὺς πιστεύ οντας καί «μὴ σκανδαλιζομένους εἰς αὐτόν» «υἱοὺς φωτὸς γίνεσθαι». 28.1 Οἱ γοῦν περὶ αὐτοῦ ὑμνηκότες διαφόρως ἡμῖν τὴν θεότητα αὐτοῦ καὶ τὸ τελέως αὐτὸν προεστάναι τῶν οἰκείων ἔργων ἐπιδεικνύντες διδάσκουσιν, ὅτι αὐτός ἐστι παντὸς ἀγαθοῦ παρεκτικὸς καὶ φῶς ἀγαθοειδὲς καὶ ἀγαθοποιὸν καὶ ἥλιος νοητός, τῷ ἀφ' ἑαυτοῦ ἀλήκτῳ φωτὶ ἀπολαμπρύνων τὰ ὄμματα τῶν ἀπλανῶν καὶ δεκτικῶν ψυχῶν καὶ εἴσω τῆς νοητῆς ἄγων περιωπῆς καὶ ποιῶν ὁρᾶν, ἃ μὴ πρότερον δι' ἁμαρτίας ὁρᾶν καθ' αὑτὰ ἐπεφύκει, ἢ καὶ ὅλον τὸν ἄρτιον ἄνθρωπον φωτοειδῆ ποιῶν, ὡς ὁ ἥλιος ἡλιοειδῆ τὰ σώματα τὰ ἐν οἷς παραγίνεται· ἔτι δὲ ὅτι καὶ ἴασις καί «θησαυρὸς σοφίας καὶ γνώσεως» ἀδαπάνητος καὶ πανταρκὴς τυγχάνει. 28.2 Καὶ οἱ περὶ αὐτὸν εἰλικρινῶς διακείμενοι ὡς καὶ περὶ τὸν πατέρα αὐτοῦ υἱοὶ φωτὸς γίνονται καθὰ υἱοὶ τοῦ θεοῦ πατρός, ὡς ἡνίκα διακηρύττουσιν Μαλαχίας μέν· «ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ»· 28.3 Πέτρος δὲ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· «ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν»· 28.4 ἔλεγεν δέ, οἶμαι, τὸν ἀπὸ τῆς δευτέρας αὐτοῦ ἐπιφανείας ἀνίσχειν μέλλοντα ταῖς ψυχαῖς φωτισμὸν καὶ πάντα καταφαιδρύνοντα τὰ σκότῳ κεκρατημένα· 28.5 καὶ ἑτέρωθι· «καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν»· 28.6