1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

34

Ζαχαρίας δὲ προεφήτευσεν· «εἴ τι ἀγαθόν, αὐτοῦ, καὶ εἴ τι καλόν, παρ' αὐτοῦ ἔσται». 28.7 καὶ Παῦλος πρὸς μὲν Κολοσσαεῖς περὶ αὐτοῦ ἔφη· «ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι», πρὸς δὲ Ῥωμαίους· «λέγει γάρ», φησίν, «ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθή σεται. οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. πᾶς γάρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται». 28.8 ποῖον δὲ ὄνομα ἐπικαλοῦνται τοῦ υἱοῦ, οἱ μηδὲ θεὸν ἄκτιστον μηδὲ υἱὸν ὁμοούσιον τῷ πατρὶ λέγοντες αὐτὸν τὸν καλλίνικον, τὸν σωτῆρα οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης; 28.9 Καὶ Ἰωάννης ὁμοίως περὶ αὐτοῦ· «ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε». 28.10 μετὰ γὰρ θάνατον, φησίν, μετάνοια οὐκ ἔστιν, ὡς καὶ ∆αυῒδ ψάλλει· «ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» καὶ πάλιν ἀπὸ τοῦ σωτῆρος· «πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ, ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀνα βλέπουσιν, χωλοὶ περιπατοῦσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελί ζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί». 28.11 Τί γὰρ λέξει περὶ τῶν πλανωμένων καὶ τῶν πλανώντων; 28.12 Ἠσαΐας προεῖπεν· «λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει τὸν λαὸν εἰς κρίσιν. αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου;». 28.13 ἥξει δὲ αὐτὸς κύριος εἰς κρίσιν μετὰ τῶν διδασκάλων καὶ ἀρχόντων, οὐχ ὡς αὐτὸς ὑπ' ἄλλου κριθησόμενος, ἀλλ' ὡς ἐλέγξων αὐτούς, καθάπερ διαλαλεῖ ἐν ἄλλῳ μέρει· «δεῦτε καὶ διακριθῶμεν, λέγει κύριος, οἷα», φησίν, «τὰ ἀπ' ἐμοῦ ὑπῆρξεν ὑμῖν καὶ οἷα τὰ ἀφ' ὑμῶν γέγονεν εἰς ἐμὲ καὶ τοὺς δούλους μου». 28.14 λέγει γάρ «ἀμπελῶνα» τὸν κόσμον ἢ τὸν λαόν, ὅντινα οἱ μὲν αἱρετικῶν καὶ Ἰουδαίων ἐξηγηταὶ διὰ τῆς βλασφήμου διδασκαλίας ἔνοχον ἐποίησαν τῷ τῆς γεέννης πυρί, οἱ δ' ἄρχοντες, οὐκ οἰκειωσάμενοι τὰ κατ' αὐτόν, ἀποχρησάμενοι δὲ τῇ ἐξουσίᾳ, ποικίλως καὶ διαφόρως ἠδίκησαν. 28.15 Τοιουτότροπον γὰρ καὶ ἄλλο εἴρηται τῷ αὐτῷ προφήτῃ ἀπὸ τοῦ δεσποτικοῦ προσώπου· «τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι»· ἀντὶ τοῦ· εἴ τις ἔχει δίκαια λέγειν, ὡς ἔργοις ὠχυρωμένος, ἀντενεχθήτω μοι θέλοντι τοῦτο καὶ πλησιασάτω τοῖς λόγοις. 28.16 ἔνιοι δὲ ἀναγινώσκουσι τοιῶσδε· «τίς ὁ κρινόμενός μοι; ἀντί» τοῦτ' ἔστι καταντικρὺ καὶ πόρρω που «στήτω μου» ὡς μὴ ἔχων ἐφόδια καλὰ καὶ διὰ τοῦτο συγκριθῆναί μοι καὶ ἐπιψαῦσαι τοῦ καθαρωτάτου βήματος ἀνάξιος. 28.17 τοῖς γὰρ ἀξίοις, εἰ τυγχάνοιεν τῶν καλῶν, οὐδεὶς φθόνος· αὐτοῖς γὰρ ἡτοίμασται.

29.ν Περὶ τοῦ τὸν υἱὸν τοῦ θεοῦ εἶναι «κριτὴν ζώντων καὶ νεκρῶν» ἄφεσιν ἁμαρ

τιῶν παρέχοντα, καὶ ὅτι «ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἡ σωτηρία».

29.1 Αὐτὸς γάρ ἐστιν «ὁ κριτὴς ζώντων καὶ νεκρῶν», τουτέστιν δικαίων καὶ ἁμαρτωλῶν, ὁ παρέχων ἄφεσιν ἁμαρτιῶν τοῖς πιστεύουσιν τῷ ὀνόματι αὐτοῦ καὶ σώζων ἡμᾶς ἰδίᾳ δόξῃ καὶ δωρεᾷ. 29.2 καί «ἐν οὐδενὶ ἄλλῳ ἐστὶν σωτηρία», ἐπείπερ τὴν φύσιν ἐστὶν ἵλεως καὶ σωτήρ, εἰς οὐδὲν καταδεέστερος τοῦ ἵλεω καὶ σώζοντος θεοῦ καὶ πατρός, ὡς χρησμῳδοῦσιν αἵ τε ἄλλαι γραφαὶ καὶ μέντοι Μιχαίας λέγων· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» 29.3 Καὶ Πέτρος ἐν ταῖς πράξεσιν οὑτωσί· «καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προ φῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν». 29.4 Ἔχομεν αὐτὸν τοίνυν εὐφημηθέντα, ὡρισμένον ὑπὸ