35
θεοῦ διὰ τὴν σωτήριον ἐνανθρώπησιν αὐτοῦ, ἐν ᾗ ἦλθεν «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». δι' ἣν καὶ τό «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ» γέγραπται· 29.5 κριτὴν δὲ ὡς ἐξῃρημένον τῶν κτισμάτων. 29.6 τὸ γὰρ κτίσμα οὐ κρίνει, ἀλλὰ νόμῳ καὶ κρίσει ὑπόκειται. 29.7 Καὶ πάλιν· «οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία». 29.8 Ἀλλὰ καὶ καθολικὰ τὸ δεύτερον πέμπει γράμματα, μεταξὺ ἄλλων περὶ αὐτοῦ ἔχοντα καὶ τοῦτο· «ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε τῇ, δι' ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν εὐαγγέλματα δεδώρηται, ἵνα διὰ τού των γένησθε θείας κοινωνοὶ φύσεως». 29.9 ∆ιὸ καὶ Ἰάκωβος ἐν γενικοῖς χαράγμασιν ἔφη· «εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι». 29.10 Τί δὲ πλήθους δεῖ γραφῶν εἰς τοῦτο λοιπόν; καὶ Σαμαρειτῶν παρὰ Ἰωάννῃ τῷ ἀκριβεῖ θεηγόρῳ, εὐγνωμόνων ἀνδρῶν, ἀφιέντων φωνάς· «αὐτοὶ γάρ», φησίν, «ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός», ὁ λέγων, φησίν, ἠπίως· «θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι». 30.ν Περὶ τοῦ διὰ τὴν ἰσοτιμίαν τῆς τριάδος τὸν πατέρα ἀποκαλύπτειν ἡμῖν τὸν υἱὸν καὶ ἕλκειν ἡμᾶς πρὸς αὐτόν, καὶ πάλιν αὐτὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσάγειν ἡμᾶς τῷ πατρί. ἐν ταὐτῷ καὶ περὶ τῆς ὁμολογίας Πέτρου, καὶ ὅτι ἔστιν μετάνοια. 30.1 Ἵνα γὰρ δι' ὅλων ἀποδειχθῇ τῆς μακαρίας τριάδος τὸ περὶ πάντα ἰσότιμον, ἀποκαλύπτει ἡμῖν τὸν ἴδιον υἱὸν ὁ πατὴρ καὶ ἕλκει ἡμᾶς δι' ἑαυτοῦ πρὸς αὐτὸν καὶ μεθιστᾷ εἰς τὴν βασιλείαν αὐτοῦ· 30.2 καὶ πάλιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα προσάγει ἡμᾶς τῷ θεῷ καὶ πατρί. 30.3 οὐκ ἂν γὰρ εἰς ἑτεροούσιον ἢ μείζονα οὐδ' εἰς ὑποκατερχόμενα ὥσπερ σκῆπτρα τῶν ἑαυτοῦ μετέθηκεν ἡμᾶς ὁ θεός. 30.4 τετελείωκεν γοῦν τὴν παλαιὰν διαθήκην ἡ νέα διὰ τὴν εἰς τὸν υἱὸν καὶ τὸ θεῖον πνεῦμα πίστιν. 30.5 Λέγουσι δὲ ὧδε ὁ μὲν θεὸς πατὴρ ἐν Ἠσαΐᾳ πρὸς τὸν υἱόν· «ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ παροικήσουσίν σοι καὶ ἐπὶ σοὶ καταφεύξονται»· 30.6 ὁ δὲ υἱὸς ἐν Ἰωάννῃ· «οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα». 30.7 καὶ πάλιν πρὸς τὸν Πέτρον εἰπόντα «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος» ἔφη· «μακάριος εἶ, Πέτρε βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πῦλαι ᾅδου οὐ κατισχύ σουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς». 30.8 Ὢ πόσα δύναται πίστις καὶ τὸ ἐξομολογῆσαι υἱὸν ἀληθινὸν εἶναι τοῦ θεοῦ καὶ μὴ κτίσμα τὸν μονογενῆ θεὸν λόγον. 30.9 οὐκ ἐδίστασεν Πέτρος σαρκὶ καὶ αἵματι θεὸν ἐπὶ γῆς ἐμφιλοχωροῦντα ὁρῶν· τοῦτο γάρ ἐστιν ὅτι «σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι»· 30.10 ἐπέγνω δὲ τὸν συμφυᾶ καὶ συναΐδιον κλάδον τοῦ θεοῦ· ἐτίμησεν ἐν τούτῳ τὴν ἀποκαλύψασαν αὐτῷ αὐτογενῆ καὶ ἄναρχον ῥίζαν· ἐπίστευσεν αὐτοῦ τῇ πρὸς τὸν πατέρα τῆς θεότητος ἑνότητι· 30.11 ἐμακαρίσθη ὑπὸ τοῦ μόνου μακαρίου δεσπότου. ᾠκοδομήθησαν ἐπὶ τὴν πέτραν ταύτην αἱ ἐκκλησίαι, ὧντινων «πύλαι ᾅδου», τουτέστιν αἱρετικῶν συλλογισμοί, οὐ περιγένωνται· 30.12 ἐνεχειρίσθη τὰς κλεῖς τῶν οὐρανῶν, ἵνα τοῖς μὲν πιστεύουσιν-ὡς αὐτὸς Πέτρος ἀρτίως ἀποκρινάμενος φαίνεται καὶ ὡς παρὰ τοῦ Χριστοῦ σὺν τοῖς ἄλλοις ἤκουσεν ἀποστόλοις· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ ματος»- ἀνοίξῃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ· 30.13 τοῖς δὲ μὴ οὕτω δοξάζουσιν τὴν τρισμακαρίαν καὶ εὐκταιοτάτην εἴσοδον ἀποκλείσῃ. 30.14 αὐτῷ γὰρ τούτῳ, ᾧ ἐμακαρίσθη, αὐτὸς ἐπὶ τῇδε τῇ δόξῃ ἐδέχθη, ὡς οἱ ἀπεναντίως λέγοντες