38
τοὺς αἰῶνας, εἰ μὴ ὁ μονογενής; 32.20 τίνες δὲ οἱ ἀλλάξαντες τὴν δόξαν αὐτοῦ; 32.21 οἱ λέγοντες· «δόξα πατρὶ δι' υἱοῦ ἐν ἁγίῳ πνεύματι», οἱ καὶ κτίσμα αὐτὸν καὶ οὐδὲ βασιλέα αἰώνιον δοξάζοντες. 32.22 Εἶτα τοῖς αὐτοῖς φησιν· «εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξα σαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία». 32.23 ποῖος δὲ ὁ γνωσθεὶς θεὸς καὶ μὴ ἐπιγνωσθεὶς παρὰ αἱρετικῶν καὶ Ἰουδαίων καὶ Ἑλλήνων, εἰ μὴ ὁ ἐπιφανεὶς σαρκὶ θεὸς λόγος; 32.24 Καὶ Κορινθίοις δὲ ἐν τοῖς πρώτοις γράμμασι κύριον δόξης κατὰ φύσιν εἶναι δεικνὺς αὐτὸν ἐπιστέλλει οὕτως· 32.25 «εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν», 32.26 καὶ ἑτέρωθι· «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξο μολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός», ἀντὶ τοῦ· ἐν αὐτῇ τῇ πατρικῇ δόξῃ ὑπάρχει. 32.27 Καὶ ἔτι· «τὸν γὰρ ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον». 32.28 ὑστεροπρώτως εἴρηται. φησὶν γάρ· τὸν δοκοῦντά τισιν διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττῶσθαι Ἰησοῦν βλέπομεν δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. 32.29 Ἀλλὰ καὶ δόξαν αὐτὸν καλεῖ ἅτε φυσικῶς ἀπαύγασμα ὄντα τῆς πατρικῆς δόξης, δι' ὧν γράφει· «ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης». 32.30 θεὸν δὲ εἶπεν τῆς ἀρρήτου σαρκώσεως, πατέρα δὲ τῆς ἀνάρχου γεννήσεως. 32.31 Καὶ πάλιν Ἰωάννης· «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας». 32.32 καὶ πάλιν παρὰ Μάρκῳ μὲν ἀπὸ τοῦ σωτῆρος· «ὅταν ἔλθῃ ὁ υἱὸς ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ» παριστῶν, ὡς ἡ αὐτοῦ δόξα ἰσότιμος τῆς δόξης ἐστὶν τοῦ πατρός· 32.33 παρὰ δὲ Ματθαίῳ· «ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ». 32.34 Καὶ αὖθις γοῦν Ἰωάννης συνιστῶν τὸ ἐν δόξῃ εἶναι αὐτὸν καὶ παρὰ πάντων δόξαν ὀφείλεσθαι αὐτῷ εἶπεν· «τοσαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε». 32.35 καὶ μεταξὺ ἐπάγει· «ταῦτα δὲ εἶπεν, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ». 32.36 Καὶ Πέτρος δὲ ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ· «καθ' ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι»· 32.37 ἐν δὲ τῇ δευτέρᾳ· «ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε τῇ» ἀντὶ τοῦ· «ἡ δόξα τοῦ μονογενοῦς ἡ τῆς φύσεως, ἡ τῶν θαυμάτων, ἡ τῆς βασιλείας καὶ αὐτῆς τῆς δοξολογίας ὁμοία ἐστιν καὶ ἴση τῆς δόξης τοῦ πατρός, παρ' οὗ φυσικῶς καὶ ἀδιαστάτως γεγέννηται, καὶ ὅλα ἐν ἑαυτῷ ἔχει ὡς μονογενής, ὥστε καὶ γενόμενον σάρκα μηδεμίαν τροπὴν ἢ μείωσιν ὑπομεῖναι». 32.38 Οὕτω καὶ οἱ τρεῖς παῖδες οὐ τῇ Βαβυλωνίᾳ φλογί, ἀλλὰ τῷ περὶ τὸν κτίστην καὶ εὐεργέτην πυρακτούμενοι πόθῳ καὶ οὐ μᾶλλον τὴν περιβάλλουσαν αὐτοὺς κάμινον τῆς ἡτοιμασμένης τοῖς κτιστολάτραις γεέννης προσέχοντες ὑπέβαλλον τῇ κτίσει δοξολογεῖν τὸν φανέντα σὺν αὐτοῖς ἐν τῇ καμίνῳ περὶ οὗ γέγραπται «ἡ δὲ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ»: 32.39 «εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας». 32.40 Ἀχθομένων δέ, φησίν, καὶ τῶν κυριοκτόνων πρὸς τὰ παιδία καὶ τοὺς ὄχλους ὅτι ὡς θεὸν τὸν Ἰησοῦν δοξάζοντες ἔλεγον· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», ὑπέμνησεν αὐτοὺς τῆς λεγούσης γραφῆς· «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον» ἑαυτῷ ἁρμόσας τὸ ῥητὸν τοῦτο καὶ δείξας μὴ ἀνοικείως προσάγεσθαι αὐτῷ δόξαν. 32.41 καὶ ἄγγελοι δέ, φησίν, ἔλεγον τεχθέντος αὐτοῦ· «δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη».