1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

39

33.ν Περὶ προσκυνήσεως ἀνακεφαλαίωσις. 33.1 Εἴδομεν τοίνυν αὐτὸν δοξαζόμενον, εἴδομεν αὐτὸν καὶ προσκυνούμενον.

33.2 ἀμφότερα δὲ θεῷ ἐστιν πρέποντα καὶ ὀφειλόμενα, οὐχὶ δὲ κτίσματι, καθὰ γράφουσιν οἱ ὑποτεταγμένοι ἅγιοι· 33.3 ∆αυῒδ ἐν ϟδʹ ψαλμῷ· «δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ» 33.4 καὶ ἐν καʹ· «μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν». 33.5 τί ἐροῦσιν ἄρα οἱ ἀπονέμοντες ὄνομα κεχωρισμένως τῷ μὲν πατρὶ τό «θεός», τῷ δὲ υἱῷ τό «κύριος», ἐπαΐοντες ἐνθάδε τὸν κύριον προσκυνεῖσθαι καὶ δεσπόζειν καὶ αὐτοῦ εἶναι τὴν βασιλείαν; 33.6 Καὶ πάλιν ἐν θʹ ψαλμῷ· «καὶ προσκυνήσω σε, κύριε, ἡ ἰσχύς μου»· 33.7 καὶ ἐν ρλαʹ· «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ»· 33.8 Παῦλος ἐκ τῆς ᾠδῆς τοῦ ∆ευτερονομίου γράφων· «ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυ νησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· 33.9 καὶ ὁ εὐαγγελιστής «εἶπον», φησίν, «οἱ μάγοι· εἴδομεν αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθο μεν προσκυνῆσαι αὐτῷ»· 33.10 καὶ πάλιν «ἰδού», φησίν, «λεπρὸς ἦλθεν καὶ προσεκύνει αὐτῷ»· 33.11 καὶ πάλιν παρὰ Ματθαίῳ φησίν· «ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· ἀλη θῶς θεοῦ υἱὸς εἶ», καὶ οὐ καθ' ἡμᾶς, φησίν, τοὺς ἀφθόνῳ δωρεᾷ ἐπικληθέντας υἱούς. 33.12 Καί· «ἄρχων τις προσεκύνει αὐτῷ». 33.13 καὶ μετὰ τὴν ἀνάστασιν αὐτοῦ ἐν τῷ ὄρει φησίν· «οἱ ἀπόστολοι ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ».

34.ν Περὶ τῆς πρὸς τὸν θεὸν πατέρα πίστεως.

34.1 Καθὰ τοίνυν τῆς γραφῆς μείζονα ἢ περὶ τοῦ πατρὸς κατὰ τὸ φαινόμενον

λεγούσης πολλὰ περὶ τοῦ υἱοῦ καὶ δηλούσης αὐτὸν παντοκράτορα, καὶ ποιητὴν τῶν αἰώνων, καὶ πάντων δημιουργόν, καὶ ἀληθινὸν θεόν, καὶ οὐκ ἔχοντα πρὸ αὐτοῦ θεόν, καὶ ἐπάνω πάντων, καὶ μέγαν καὶ ἐπὶ πάντων θεόν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, καὶ ἐκ δεξιῶν συγκαθεζόμενον τῷ πατρί, καὶ εἰς τὸν κόλπον αὐτοῦ ὄντα, καὶ αὐτὸν εἶναι τὴν αἰώνιον ζωήν, καὶ φῶς τὸ ἀληθινόν, καὶ πάντων κύριον, καὶ μόνον δεσπότην, καὶ ἐξουσιαστήν, οὗτινος ἡ μὲν εἰρήνη οὐκ ἔχει ὅριον, ἀλλὰ καὶ ὑπερέχει πάντα νοῦν, ἡ δὲ βασιλεία ἀτελεύτητος, καὶ ἐν μηδενὶ ἄλλῳ εἶναι τὴν σωτηρίαν, καὶ τὸν πατέρα ἕλκειν πρὸς τὸν υἱὸν τοὺς ἀξίους· κατ' οὐδὲν ὑποδεέστερος-μὴ γένοιτο- νομίζεται ὁ πατὴρ ἢ τὸ πνεῦμα αὐτοῦ. 34.2 Τὸν ἴσον τρόπον θεολογούσης περὶ τοῦ πατρὸς ὑψηλὰ οὐκ ὀφείλει ὡς μικρότερος ἢ ἀνόμοιος λογίζεσθαι ὁ μονογενὴς ἢ τὸ ἅγιον πνεῦμα. 34.3 οὐδεμίας γὰρ κτιστῆς δυνάμεώς ἐστιν, μόνης δὲ τῆς ἀκτίστου τά τε μνημονευθέντα καὶ τὸ δημιουργεῖν οὐσίαν ἐξ οὐκ ὄντων, ἄλογόν τε καὶ λογικήν, 34.4 ζωοποιεῖν τε, ἁμαρτίας τε συγχωρεῖν, καὶ τὴν κτίσιν ἰδίαν λέγειν, καὶ ἐκ τῶν ἴσων γινώσκειν τὸν πατέρα, ὡς γινώσκεται ὑπ' αὐτοῦ, καὶ ἰσουργεῖν τῷ πατρί, καὶ εἶναι ἐν τῷ πατρὶ καὶ τὸν πατέρα ἐν αὐτῷ ἐξ ἴσου, ὑπὸ ἀγγέλων τε ὑπηρετεῖσθαι, καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν τὸ μονογενῆ υἱὸν καὶ θεὸν καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν αἰώνιον καὶ ἀλήθειαν καὶ σωτῆρα μαρτυρεῖσθαι καὶ πανταχοῦ παρεῖναι καὶ πάντα ἐν αὐτῷ ἐστηρίχθαι, βασιλείαν τε οὐρανῶν καὶ τὴν θεϊκὴν εἰρήνην ὡς αὐτοῦ τυγχάνουσαν ἀβασκάνως πᾶσιν δωρεῖσθαι καὶ τοῖς πιστεύουσιν ἐπικαλουμένοις αὐτὸν τὴν ἐπὶ τῇ διηνεκεῖ σωτηρίᾳ παρέχειν ἀσφάλειαν. 34.5 Οἱ γὰρ κτίσμα καὶ οὐκ ἄναρχον καλοῦντες τὸν ἀληθινὸν υἱὸν θεοῦ καὶ τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα οὐ