40
πιστεύουσιν εἰς τὰς ὑποστάσεις ταύτας, κἂν λέγωσι πιστεύειν· τάχα δὲ οὐδὲ εἰς τὸν πατέρα. 34.6 παραβαίνουσι γὰρ τὴν ἐντολὴν μὲν τοῦ παραγγέλλοντος πατρός· «ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτυροῦμαι σοι, ἐὰν ἀκούσῃς μου· οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλ λοτρίῳ» ἀντὶ τοῦ· οὐκ ὄντι ποτὲ ἢ ἑτεροουσίῳ· 34.7 καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις» 34.8 καί «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ» 34.9 καί «ἐπικατάρατος πᾶς, ὃς ἔχει τὴν ἐλπίδα ἐπ' ἄνθρωπον», τουτέστιν ἐπὶ ποίημα. 34.10 Τοῦτο δὲ τοῦ λέγοντος υἱοῦ ἐν Ματθαίῳ μέν· «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν», τουτέστιν δύο φύσεσιν ἢ δεσποτείαις· ἐν Παύλῳ δὲ Ῥωμαίοις ἐπιστέλλοντι· «ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». 34.11 Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωυσέως· «ὁ θυσιάζων θεοῖς ἀλλοτρίοις λιθοβοληθήσεται, πλὴν κυρίῳ μόνῳ». 34.12 πρόσφατος δὲ καὶ ἀλλότριος θεὸς ὁ μὴ ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὢν καὶ ποτὲ μὴ ὑπάρξας. 34.13 Καὶ οἱ λέγοντες «δόξα πατρὶ δι' υἱοῦ ἐν ἁγίῳ πνεύματι» οὐ δοξάζουσι τὸν υἱὸν ἢ τὸ πνεῦμα τοῦ θεοῦ. 34.14 ἄλλῳ γὰρ δι' ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ' ὁποτέρῳ. 34.15 καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ πατρὸς λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» ἀντὶ τοῦ ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν υἱὸν ὁμοίως αὐτοῦ, τοῦτο δὲ καὶ τὴν παράδοσιν τοῦ υἱοῦ, 34.16 ὅμοια πάσχοντες τῶν Χριστὸν μὲν αὐτὸν τῷ στόματι καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· «προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» τῶν καὶ λεγόντων οὕτως· «πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται», αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. 34.17 Ὅτε οὖν καὶ ὁ θεὸς πατὴρ σὺν τῷ μονογενεῖ θεῷ παρακούεται καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη, αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γάρ, φασί, τὸ σωθῆναι, τἄλλα δέ ἐστιν ἄλλος λόγος. 34.18 Καὶ Μακεδονίου δὲ παῖδες ὡς τοῦ ἁγίου πνεύματος οὕτω καὶ τοῦ μονογενοῦς τὴν δόξαν οὐ σώζουσιν ὁμοιούσιον τῷ πατρὶ καὶ οὐχὶ ὁμοούσιον λέγοντες αὐτὸν ὡς νοεῖσθαι, ὅτι ἄλλης ὁμοίας οὐσίας ἐστίν. 34.19 Ὥστε λείπεται αἱρετικοὺς ἢ ἀμεῖψαι ἐν ταῖς θρησκείαις αὐτῶν τὸ ὄνομα τοῦ πατρὸς ὡς τῇ ἀληθείᾳ παρ' αὐτοῖς οὐκ ὄντος πατρός, ἔτι μὴν καὶ τοῦ μονογενοῦς υἱοῦ, καὶ τοῦ πνεύματος δὲ τοῦ θεοῦ ὡς τοῦτο οὐκ ὄντος-συγγνώτω δὲ ἡμῖν ἡ ἁγία καὶ σεπτὴ καὶ παρ' ἡμῶν δοξαζομένη ὁμοούσιος τριάς-, ἀμεῖψαι δὲ πρό γε πάντων τὸ ἑαυτῶν ὄνομα καὶ μήτε καλεῖσθαι Χριστιανοὺς ἢ πνευματικούς, μήτε διακεῖσθαι ὡς ὄντες αὐτοὶ ἐκεῖνοι ὁμογενεῖς υἱοὶ τῶν ἰδίων πατέρων, ἢ μὴ ἐξαλλάττειν τῆς τοῦ πατρὸς θεότητος καὶ δόξης τὸν ἀληθινὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ. 34.20 ἴδιον γὰρ Ἰουδαίων μὲν τὸ τὸν πατέρα μόνον τιμᾷν, Ἑλλήνων δὲ τὸ πλῆθος δαιμονίων μέγα καὶ μικρὸν καὶ χρονικὸν καὶ ἑτεροούσιον σέβειν.
35.ν Ὅπως χρὴ νοεῖν τὰς θεολογίας τῶν γραφῶν.
35.1 Συναγωνίσασθαι δὲ ὁ ἀνάξιος ἐγὼ ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ
ἁγίου πνεύματος θεολογίαις προήχθην οὐδὲ κατὰ ἔννοιαν παραβλάπτων τὴν περὶ τοῦ θεοῦ καὶ πατρὸς ἄφραστον δόξαν-οὐ γὰρ ἠγνόηται, ὡς εἰ καὶ μὴ πρὸ ἀμφοῖν δεδήλωται τῶν εἰρημένων θείων ὑποστάσεων, ἀλλ' ὅμως ἄμφω αἱ ὑποστάσεις ἐξ αὐτοῦ κατὰ φύσιν συμφυῶς εἰσιν, ἡ μὲν τοῦ υἱοῦ γεννητικῶς, ἡ δὲ τοῦ πνεύματος αὐτοῦ ἐκπορευτικῶς-, ἀλλ' αἱρετικῶν τὰς πανολεθρίους ἐξηγήσεις ἀποσκευαζόμενος καὶ συνιστάμενος, ὅδι δι' ὧν δοκοῦσι παρὰ τὴν γραφὴν πλέον