42
συμφωνίαν τῶν θείων ὑποστάσεων καὶ διὰ τὸ κοινὰ εἶναι τῆς μακαρίας τριάδος τὰ διδάγματα καὶ χαρίσματα καὶ οὐ διαφωνοῦντα ὡς τὰ τῶν ἀνθρώπων.
Περὶ τοῦ τὴν ἁγίαν τριάδα ἀκατάληπτον εἶναι.
1.1 Οἱ σπουδάζοντες εἶναι ναὸς κἂν ποσῶς ἄξιος τοῦ οἰκοῦντος ἐν τοῖς πιστοῖς ἁγίου πνεύματος, ὡς ἅπαξ ἔχοντες ἐλλάμπον αὐτοῖς τὸ ἀπρόσιτον φῶς, δοξάζουσιν, ὡς ὁ δεσπότης ἐν τῇ μυσταγωγίᾳ τοῦ βαπτίσματος ἐθέσπισεν ἰσοτίμως, τόν τε αὐτογενῆ θεὸν καὶ πατέρα καὶ τὸν ἐξ αὐτοῦ συνυπάρχοντα αὐτῷ ἀγαπητὸν καὶ μονογενῆ υἱὸν λόγον καὶ τὸ μνημονευθὲν ἅγιον πνεῦμα τὸ μόνον ἐκ τῆς ὑποστάσεως αὐτοῦ ἀνάρχως καὶ ἀδιαστάτως ἐκπορευθέν· 1.2 τῷ μὲν ὁμοουσίῳ τῆς τριάδος μὴ ἀπιστοῦντες, τρόπον δὲ καὶ διαφορὰν γεννήσεως καὶ ἐκ πορεύσεως οὐ ζητοῦντες· ἐπειδὴ καὶ ταῖς οὐρανίοις λειτουργικαῖς δυνάμεσιν ἄγνωστον, ἄφραστον καὶ φοβερὸν ἐνθυμήσει καθέστηκεν τοῦτο· καὶ τὸ πῶς ἑαυτῇ συνυφέστηκεν ἀνάρχως ἡ ἁγία τριὰς ἔχουσα ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτά· καὶ οἷά τε οὖσα ἐπὶ τοῦ αἰωνίου καθημένη θώκου ἐπιβλέπειν ἀβύσσους καὶ σιωπῶσα ἀκούεσθαι καὶ σιωπώντων ἀκούειν· 1.3 καὶ πρὸ τοῦ πρακτέου ἐπίστασθαι τὸ μέλλον· καὶ λόγῳ, καὶ θᾶττον λόγου καὶ μόνῳ τῷ θέλειν πάντα παραγαγεῖν· καὶ πρὶν διαθρήσῃ τις ἐν τῆς καρδίᾳ μόνον δὲ πιστῶς καὶ δικαίως, τὴν ψῆφον εὐθὺς τὴν ἐπὶ τῇ αἰτήσει παρέχειν· καὶ πᾶσι καιρὸν εἰς εὐεργεσίαν ἁρμόζεσθαι· καὶ βραδείαν μὲν εἶναι εἰς ὀργήν, εἰς εὐποιίαν δὲ ἕτοιμον· καὶ χαλεπαίνειν μὲν δι' ἡμετέραν πλημμέλειαν ἀφιέναι δὲ δι' οἰκεῖαν φιλανθρωπίαν τὴν τιμωρίαν· 1.4 ἔτι γε μὴν ἀκατάληπτον αὐτῆς ἐστιν καὶ τὸ πῶς ἓν ἔχει θέλημα, καὶ λαλεῖ καὶ παρέχει κοινὸν ἑαυτῆς· καὶ ἐπισκέπτεται οὐ μᾶλλον εὐεξίαν σωμάτων, ἀλλ' αὐτὴν συντετριμμένην καρδίαν. 1.5 καὶ μὲν δὴ καὶ τοῦτο, πῶς ὑπάρχει ἀόρατος καὶ σεραφικοῖς ὀφθαλμοῖς ἀπερίληπτος, λόγῳ καὶ τόπῳ ἀχώρητος, δυνάμει ἀμερής, ἀναφής, ἀμεγέθης, ἀμαθής, ἀπλατής, ἀνείδεος· παντεπίσκοπος, παντεπήκοος καὶ πάντων ἐλπίς· φωτὸς οὐρανίου ὑπὲρ τὸ πολὺ φωτεινοτέρα καὶ παντὸς ὕψους, ὅσον οὐκ ἔστιν εἰπεῖν, ὑψηλοτέρα, καὶ παντὸς νοῦ ἀπείρῳ λόγῳ νοητικωτέρα. 1.6 πῶς γὰρ οὐκ ἔμελλεν τὰ τῆς τριάδος πᾶσιν ἀκατάληπτα τυγχάνειν, ὅτε αὐτὴ πάντων ἐστὶ γενεσιουργὸς καὶ ἀνωτάτω πάσης νοερᾶς, ἔτι μὴν καὶ νοητῆς κτίσεως, μεθ' ἣν ἐπέκεινα παντελῶς οὐδέν, πάντα δὲ μᾶλλον ὑπ' αὐτῇ, καὶ δι' αὐτὴν καὶ ὑπὸ πόδας αὐτῆς ὡς ποιήματα; προκατήρξατο γὰρ εὐδοκήσας ὁ πατήρ, ἐδημιούργησεν δὲ ὁ μονογενὴς υἱός, ἡγίασεν δὲ τὸ πνεῦμα τοῦ θεοῦ καὶ τῷ ἁγιασμῷ αὐτοῦ ἐτελείωσεν, ἐφώτισεν, ἐδυνάμωσεν, ἐζωοδότησεν· 1.7 ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον ὑπάρχον, καὶ ὑπὸ ὅλων ὅλον μετεχόμενον καὶ χωρούμενον δι' ἀγαθότητα· καὶ μὴ μεριζόμενον, μήτε μετερχόμενον ἢ μεταβαλλόμενον· ἀλλ' ἀεὶ πᾶσιν ἐπιπνέον ὁμοίως, καὶ οὐκ ἐν μέρει, καὶ φυλάττον τὴν οἰκείαν ἄχραντον ἀπὸ τῶν σωμάτων καθαρότητα, πάντα τε θείως καταλάμπον καὶ πανταχοῦ πληθύον ἁγιασμόν, ἀγάπην, εἰρήνην, σοφίαν. χαράν, ἀσφάλειαν καὶ πᾶν ἀγαθόν, ἅτε ἐκ τῆς πατρικῆς ἐνυποστάτως ἔκλαμψαν πηγῆς· 1.8 δι' οὗ καὶ δι' ὃ ἡμῖν πλησιάζει ὁ θεὸς καὶ πατήρ, μεθ' οὗ καὶ ἐν οὐρανοῖς ἐστιν καὶ παρ' ἡμῖν μένει· δυναμένης μὲν ἑκάστης θείας ὑποστάσεως ἀπροσδεῶς πάντα ποιῆσαι τελείως, ἵνα δὲ δειχθῇ τὸ συμπρακτικὸν καὶ ἀπαράλλακτον τῆς τε οὐσίας αὐτῶν τῆς τε προσκυνήσεως καὶ δόξης καὶ εὐχαριστίας τῆς ὀφειλούσης παρ' ἡμῶν γίνεσθαι, διὰ τοῦτο κοινῇ παρὰ τῆς ἁγίας τριάδος τῆς κτίσεως πληρωθείσης. 1.9 παριστῶν γοῦν τὸ τριαδικῶς διακεκοσμῆσθαι τὴν κτίσιν ψάλλει· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» εἶπεν γὰρ «κύριον» μὲν τὸν θεὸν πατέρα, «λόγον» δὲ τὸν μονογενῆ υἱόν, δι' οὗ καὶ