1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

44

καὶ πνεῦμα καινόν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν·» 2.8 καὶ ἐν τῷ Ἰωήλ· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» 2.9 καὶ ταῦτα τετελέσθαι Παῦλος ἔγραψεν Τίτῳ· «ὅτε ἐπεφάνη ἡ χάρις ἡ σωτήριος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀνα γεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώ σεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» 2.10 πότε δὲ ἐξέχεεν; ὅτε ὁ Χριστὸς ἐμφυσῶν ἔλεγεν· «λάβετε πνεῦμα ἅγιον,» εὖ δὲ καὶ τὸ «ἐξέχεεν», ἅτε ὕδωρ ἐξ αὐτοῦ ὁμοουσίως ἐκπορευθὲν καὶ μύρον θεϊκόν, καθὰ εὐκαίρως ἐν τοῖς ἁρμόζουσιν τόποις δειχθήσεται πρὸς ἡμῶν· 2.11 καὶ τὸ «ἐπὶ πᾶσαν σάρκα.» αἱ γὰρ λέξεις αὗται ἐπὶ τῆς ἐν ὁμάδι μεθεκτῆς οὐσίας τῆς ἁγίας τριάδος ἁρμόζουσιν, ἀλλ' οὐκ ἐπὶ κτιστῆς ἀμεθέκτου λογικῆς φύσεως· οὐ γάρ που ἐγράφη οὔτε λέγειν πιθανόν· «ἐκχεῶ ἀπὸ τοῦ ἀρχαγγέλου», ἀλλ' ἀπὸ πνεύματός μου, καὶ οὐδὲ οὕτως ἀπολελυμένως, ἀλλ'· «ἐπὶ πᾶσαν σάρκα». 2.12 καὶ ∆αυὶδ δὲ ἱκετεύων βοᾶ· «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ» καὶ πάλιν· «τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» καὶ Ματθαῖος ἀπὸ τοῦ υἱοῦ· «οὐ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ὅ ἐστιν· οὐχ ὑμεῖς οἱ κτιστοί, ἀλλὰ τὸ ἄκτιστον πνεῦμα τοῦ θεοῦ. 2.13 γράφει δὲ καὶ Παῦλος πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ ἐπιστολῇ· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύ ματος αὐτοῦ. τὸ πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.» 2.14 τὰ «ἡτοιμασμένα» παρὰ τοῦ θεοῦ ἀγαθὰ εἶπεν, ὅτι «τὸ πνεῦμα» «ἀπεκάλυψεν» ὡς συνδοτήρ· καὶ «τὸ πνεῦμα αὐτοῦ» κατὰ ἀντιπαράθεσιν τοῦ ἡμετέρου πνεύματος. καὶ ἐπασφαλιζόμενος αὖθις τὸ μὴ νομίζεσθαι αὐτὸ ὡς ἄγγελον ἢ ἄλλο πνεῦμα κτιστόν, ἐπήγαγεν· «οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν»-τουτέστιν γενητόν-»ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ»-τουτέστιν ἐξ ὑπολειπομένων, τὸ ἐκ τοῦ θεοῦ τῆς ὑποστάσεως ἐκπορευθέν· καὶ ὡς αὐτὸ μόνον οἶδεν τὰ τοῦ θεοῦ, ὡς κύριος, καὶ ἔχον ὡσαύτως τῇ φύσει πρὸς τὸν πατέρα. ὁ γάρ· «δοῦλος», -ὡς ἐν εὐαγγελίῳ λέγει, -»οὐκ οἶδεν τί ποιεῖ ὁ κύριος αὐτοῦ.» 2.15 οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ἀνθρώπου εἶπεν τὸ κατοικοῦν «ἐν τῷ θεῷ», ἵνα μὴ σύνθετος νομισθείῃ ὁ ἀσύνθετος θεός. 2.16 πρὸς δὲ Ἐφεσίους· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφρα γίσθητε εἰς ἡμέραν ἀναπολυτρώσεως»· 2.17 πρὸς δὲ Ῥωμαίους· «ὑμεῖς οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»· 2.18 πρὸς δὲ Γαλάτας· «ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον ἀββᾶ ὁ πατήρ»· 2.19 πρὸς δὲ Φιλιππησίους· «οἶδα γὰρ, ὅτι τοῦτο μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ»· 2.20 ἄθρει δὴ οὖν, ὡς καὶ μόνον τὸ φάναι αὐτὸ «πνεῦμα τοῦ θεοῦ», καὶ ἡ προσθήκη δὲ τοῦ «μοῦ» καὶ «σοῦ», καὶ τοῦτο τηλαυγῶς ἐσήμανεν, ὅτι καὶ ἄκτιστόν ἐστι καὶ θεός, τοὔνομα ἔχον οὐκ ἐπακτόν, ἀλλ' ἀπὸ τοῦ εἶναι ἐκεῖνο φυσικῶς τοῦτο ὅπερ καὶ προσηγορεύεται. 2.21 καὶ τὸ γεγράφθαι δὲ αὐτὸ «πνεῦμα τοῦ υἱοῦ», ὁμοίως τὴν πρὸς αὐτὸν κοινωνίαν τῆς φύσεως ἐδήλωσεν, καὶ ὥστε μὴ κτίσμα αὐτοῦ νομισθῆναι. πῶς γὰρ ἂν τῷ ἰδίῳ πατρί, ὡς οὐκ ἔχοντι πρὸ τούτου ἐξ ἑαυτοῦ, ἔκτισεν ὁ υἱὸς τοῦθ' ὅπερ ἔστι τε καὶ γέγραπται πνεῦμα θεοῦ; ὅπερ οὐ βλάσφημόν ἐστι μόνον, ἀλλὰ καὶ ἠλίθιον. νοηθείη ἂν «πνεῦμα Χριστοῦ», τουτέστιν δύναμις Χριστοῦ, ὃν τρόπον εἴρηται «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.»