1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

47

ἡγιασμένη ἐν πνεύματι ἁγίῳ», καὶ ἑτέρωθι· «ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασ μῷ πνεύματος καὶ πίστει ἀληθείας.» 3.6 πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ, ὡς Παῦλος ἐν δευτέρᾳ ἐπιστολῇ πρὸς Τιμόθεον ἔγραψεν· «οὐ γὰρ ἔδωκεν ὑμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ», καὶ πρὸς Ῥωμαίους· «παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ ἀγάπης τοῦ πνεύματος», καὶ ἑτέρωθι· «ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη,» 3.7 ὅμοιον τῷ. «ὁ θεὸς ἀγάπη ἐστίν,» καὶ τῷ· «μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ·» καί· «καθὼς ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν,» καὶ πάλιν· «τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με,» ὅμοιον καὶ τῷ· «ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ πατρός,» καὶ τῷ· «ἐγὼ ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» 3.8 πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου θεοῦ, πνεῦμα κρίσεως καὶ καύσεως, ὡς Ἡσαῖας προφητεύει· καὶ ὡς ἡ σοφία λέγει· «φιλάνθρωπον γὰρ πνεῦμα σοφίας,» καὶ ὡς Μωυσῆς ἐν τῇ Ἐξόδῳ διηγεῖται· «ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρί, τὸν τοῦ Ὤρ, ἐκ φυλῆς Ἰούδα, καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης,» καὶ κατὰ τὸν Βαρούχ· «ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας», καὶ ὡς αἱ παροιμίαι διδάσκουσιν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐ ρανοὺς ἐν φρονήσει,» καθὰ περὶ τοῦ θεοῦ πατρὸς Ἡσαῖας εἶπεν· «αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά». περὶ δὲ τοῦ μονογενοῦς Παῦλος ἔφη· «Χριστός, θεοῦ δύναμις, καὶ θεοῦ σοφία·» καὶ ἄλλος· «εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με.» 3.9 πνεῦμα πραότητος, καθὰ Παῦλος νουθετεῖ Γαλάτας· «ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύ ματι πραότητος.» 3.10 πνεῦμα παιδείας, τουτέστι σοφίας. ἡ γὰρ σοφία λέγει· «πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» 3.11 πνεῦμα υἱοθεσίας, ὡς Παῦλος τὸ πρῶτον Ῥωμαίοις ἀπέστειλεν· «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. ὅτι γὰρ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ πατήρ, αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ.» 3.12 πνεῦμα ἐπαγγελίας, κατὰ τὸν αὐτὸν ἀπόστολον Ἐφεσίοις γράφοντα· «ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν,» καὶ πρὸς Γαλάτας· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα. γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» 3.13 πνεῦμα πίστεως καὶ ἀποκαλύψεως, κατὰ τὸν αὐτὸν Κορινθίοις· δηλοῦντα ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως», καὶ πάλιν· «ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ πνεύματος αὐτοῦ.» ὅμοιον οὖν ᾧ Ῥωμαίοις ἐδήλωσεν· «πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ», καὶ τῷ ὑπὸ Μωυσέως ἐν τῷ δευτερονομίῳ λεχθέντι· «καὶ γνώσῃ σήμερον, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ὁ θεὸς ὁ πιστός,» καὶ τῷ ψάλλοντι· «πιστὸς κύριος ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ.» 3.14 πνεῦμα ἡγεμονικόν, πνεῦμα εὐθὲς κατὰ τὸν ∆αυὶδ ἐν τῷ νʹ ἐξομολογούμενον· «πνεύματι ἡγεμονικῷ στήρισόν με»· ὁμοίως τῷ ψάλλοντι ἐν λβʹ· «ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει», καὶ τῷ Μωυσεῖ λέγοντι· «εὐθὴς κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» 3.15 πνεῦμα χάριτος, καθὰ ὁ ἀπόστολος Ἑβραίοις ἐπιστέλλει· «ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας,» καὶ γὰρ ὁ αὐτὸς ἔγραψεν περὶ μὲν τοῦ πατρός· «χάριτι θεοῦ εἰμί, ὅ εἰμι