1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

48

καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμέ,» περὶ δὲ τοῦ υἱοῦ· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,» 3.16 πνεῦμα ἀληθείας, ὡς Ἰωάννης ἀπὸ τοῦ σωτῆρος εὐαγγελίζεται· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα τὸ πνεῦμα τῆς ἀληθείας,» καὶ πάλιν ἐν τῇ πρώτῃ αὐτοῦ ἐπιστολῇ. «καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια,» ὁμοιότροπον τοῦ εἰπεῖν τὸν υἱόν· «ἐγώ εἰμι ἡ ἀλήθεια.» 3.17 πνεῦμα θεῖον καὶ πνοὴ παντοκράτορος καὶ φιλάνθρωπον, κατὰ τὴν φράσιν Ἰὼβ καὶ τὴν πρὸ ὀλίγων στιχιδίων ἐν τῷ κεφαλαίῳ τούτῳ μνημονευθεῖσαν Μωυσέως. 3.18 ἀνευφημήθη καὶ φῶς τὸ ἅγιον πνεῦμα, ἐν ᾧ καὶ ὑφ' ᾧ φωτιζόμεθα ὡς ἡνίκα ὁ ἀπόστολος γράφει· «ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς καρδίας,» καὶ ὡς ∆αυὶδ ψάλλει· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·» τουτέστιν ἐν τῷ υἱῷ σου, τῷ ἀπαυγάσματι τῆς δόξης σου τὸ ἅγιόν σου πνεῦμα. καί· «ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.» τί γὰρ ἂν εἴη ἄλλο τὸ πνεῦμα, ὃ παρὰ τοῦ πατρὸς ἢ ἐκ τοῦ φωτὸς ἐκπορεύεται; περὶ οὗ Ἰωάννης ὕμνησεν ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ· «φῶς ὁ θεός,» ἐν δὲ εὐαγγελίῳ περὶ τοῦ μονογενοῦς· «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον,» καί· «ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωή.» 3.19 οὐδὲν δὲ θαυμαστόν, εἰ ἓν ὂν καὶ ἀεὶ ὡσαύτως ἔχον, διαφοροῖς προσηγορίαις δοξάζεται. τῷ γὰρ ἀπερίληπτον εἶναι θνητῶν λόγων τὴν ἄφραστον αὐτοῦ θεότητα, κατὰ δύναμιν τὰς εἰς ἡμᾶς αὐτοὺς γινομένας ἐνεργείας ὑμνοῦντες, διαφοροῖς καὶ τοῖς ὀνόμασι προσχρώμεθα. 3.20 οἱ δὲ τὸ Μακεδονίου πρεσβεύοντες δόγμα, τῆς αἱρέσεως αὐτῶν μᾶλλον ἢ τἀληθοῦς γινόμενοι, οὐδέν τι συμβαῖνον τοῖς τῶν λογίων βλέπουσιν. συναρπακτικῶς γὰρ μυθεύονται ῥήμασιν αὐτοῖς, ὡς οὐ χρὴ ὁμωνυμίαις ἢ συνωνυμίαις ἢ ὁμοιολεξίαις προσέχειν. 3.21 τοῦ γὰρ θεοῦ, φησίν, τὸ «ἀγαθὸς» ὄνομα, τῷ «εἷς θεὸς» συμπέπλεκται ἐπὶ δὲ τῷ ἁγίῳ πνεύματι τῷ «ἀγαθὸς» ὀνόματι οὐ συνέζευκται τὸ «εἷς θεός». καὶ πάλιν· ἀγαθός, φησίν, ἐγράφη εἶναι καὶ ἄνθρωπος, ὡς ἡνίκα λέγει· «ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς,» καί· «ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά.» 3.22 ὁμοίως δέ, φησίν, ἀγαθὰ ὁμωνύμως καὶ ἄψυχα, ὡς ὅταν προφητεύῃ· «ἐὰν θελήσητε καὶ ἀκούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» ἀλλὰ καὶ ἐπὶ ἀνυποστάτων δῆθεν πραγμάτων εἴρηται· «ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ.» 3.23 ὁμοίως ἅγιος, φησίν, καλεῖται καὶ ἄνθρωπος, δύναμίς τε θεοῦ, φησίν, καὶ σκώληξ, ᾗ γράφει· «ἡ κάμπη, ἡ δύναμίς μου, ἡ μεγάλη,» καὶ ὁ σωτὴρ δέ· «αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.» 3.24 καὶ τοῦτο μὲν φημὶ δὲ τὸ μὴ προσέχειν ὁμωνυμίαις καὶ ὁμοιολεξίαις λόγον ἔχει ἐπὶ τοῖς ἑτεροειδέσιν καὶ ἑτεροουσίοις, οὐ μέντοι ἐπὶ τοῦ ἁγίου πνεύματος καὶ ἐκείνου, οὗ πνεῦμά ἐστιν, ἔτι μὴν καὶ τοῦ υἱοῦ. προστιθεῖσα γὰρ ἡ γραφὴ τὴν ἀπὸ ἑαυτῆς ἀσφάλειαν ταῖς ὁμωνυμίαις ἢ συνωνυμίαις συμφράζει τὴν «μοῦ» ἢ «σοῦ» συλλαβὴν ἢ τὴν «ἅγιος» ἢ «ἀγαθὸς» λέξιν· τουτέστιν, ἢ ὡς ἀπὸ τοῦ θεοῦ λέγει· «τὸ πνεῦμά μου,» ἢ ὡς ἀπὸ τοῦ ∆αυὶδ καὶ ἡμῶν· «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με.» 3.25 πείθεσθαι οὖν δεῖ οἷς πολλῷ λυσιτελέστερον, ταῖς μνημονευθείσαις γραφικαῖς μαρτυρίαις λέγω, καὶ εἰδέναι ὡς τὸ ἅγιον πνεῦμα τὴν ὁμωνυμίαν ἢ συνωνυμίαν καὶ τὰς ὁμοιολεξίας πρὸς τὸν θεὸν ἔχει καὶ τὸν μονογενῆ αὐτοῦ υἱόν, τοὺς τοῖς ὁμοίοις ὀνόμασιν ὑμνηθέντας, οὐ πρὸς τὰ κτίσματα διὰ τὴν εὑρισκομένην ἔσθ' ὅτε ἐν ἐκείνοις ὁμωνυμίαν. 3.26 ταῦτα γὰρ εἰ καὶ δοίημεν ὀνόματί τινι ἢ λέξει θεῷ κοινωνεῖν, ἀλλ' οὐκ οὐσίᾳ οὐδὲ ἐνεργείᾳ δυνάμεως καὶ ἁγιασμοῦ. οὐδὲ γὰρ φύσει ταῦτα καθάπαξ ὑπάρχουσιν· κατὰ σύγκρισιν δὲ τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ τοῦ ἁμαρτήματος ἤγουν τοῦ πάθους τὸ ἅγιον τέτακται· τὸ γὰρ μὴ λίαν κακὸν καὶ ἁμαρτωλόν ἤγουν ἐμπαθές ἀγαθὸν καὶ ἅγιον ἐνθάδε προσείρηται. 3.27 ὡς γὰρ κακία