51
κειμένην θεολογίαν περὶ τοῦ πνεύματος ἔνθα εἶπεν· «πνεῦμα ὁ θεός» μεταφέρουσιν εἰς τὸν θεὸν καὶ πατέρα, λέγοντες διὰ τὸ εἶναι πνεῦμα αὐτὸν οὕτω γεγράφθαι, ἔτι δὲ ἐπειδὴ γέγραπται καί· «πνεῦμα τοῦ προσώπου ἡμῶν Χριστὸς κύριος·» - ἆρα καὶ τὸν παρέρα καὶ τὸν υἱὸν ἅτε πνεῦμα τοῖς ἄλλοις συναριθμήσουσι λειτουργικοῖς πνεύμασιν; εἰ δὲ τοῦτο οὐχ οὕτως, οὐδὲ τὸ ἅγιον πνεῦμα νοεῖται μετὰ τῶν ἄλλων πνευμάτων. ἀρχάγγελος γὰρ οὔκ ἐστιν. ὁ γὰρ Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ κατ' αὐτούς εἰσιν ἀρχάγγελοι· μετ' ἐκείνους δὲ οὐδὲ αἱρετικοὶ εἴποιεν ἂν τετάχθαι τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. 4.12 ποῦ οὖν λοιπὸν ἢ μετὰ ποίων κτισμάτων τάσσεσθαι δοκιμάζουσιν αὐτό; μετὰ γὰρ τὸν θεὸν φύσιν ἄλλην λογικὴν ἀπὸ γραφῶν οὐκ ἐδιδάχθημεν ἢ τῶν πολλῶν πνευμάτων καὶ καθ' ἡμᾶς σωμάτων. 4.13 ἔτι σοφιστικῶς ἐκ τῶν προκειμένων ἐπάγουσιν· ὁ πατὴρ καὶ ὁ υἱὸς «ἀληθινός», τὸ δὲ πνεῦμα «ἀλήθεια» γέγραπται, ὡς ἀπᾴδοντος τούτου. ἔστιν δὲ ταὐτόν, καθὰ ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, καὶ οὐ διαφέρει τοῦτο ἐκείνου.
5.ν Περὶ τῶν λεγόντων, ὅτι «μονογενοῦς ὄντος τοῦ θεοῦ λόγου, τί τὸ πνεῦμα καλέσομεν;» καὶ περὶ τοῦ μαρτυρεῖσθαι τὸν υἱὸν μονογενῆ. τὸ ἅγιον πνεῦμα ἓν καὶ μόνον· καὶ πάλιν τὸν υἱὸν λόγον· τὸ ἅγιον πνεῦμα, ῥῆμα. καὶ περὶ συγκρίσεως· καὶ
περὶ τοῦ μὴ εἶναι παράδειγμα τοῦ ἀσυγκρίτου οὐσίας.
5.1 Πρὸς ταῦτα οἱ ποικιλώτατοι καὶ πολυτροπώτατοι κατὰ τὸν λόγον οὐκ οἶδα, εἰ μὴ καὶ κατὰ τὴν γνώμην, πάντως δὲ ὅτι καὶ τοῦτο οἱ τῆς ἁπλουστέρας καὶ ἀληθεστέρας διδασκαλίας ἀλλότριοι αἱρετικοὶ ἀναστρέφοντες πολλάκις τὰ αὐτὰ ῥήματα, φασίν· «μονογενὴς ἐκλήθη ὁ θεὸς λόγος, ἐπειδὴ τὸ ἅγιον πνεῦμα οὐκ ἐκ τῆς ὑποστάσεώς ἐστιν τοῦ πατρός. ἐπεὶ εἰ αὐτὸς μὲν οὐκ ἂν ἐλέχθη μονογενής, τὸ δὲ ἅγιον πνεῦμα προσηγορεύθη ἀδελφὸς αὐτοῦ.» 5.2 ἐκεῖνοι μὲν οὕτως καὶ πρὸς ἑαυτοὺς ἀνομοιούμενοι, ἡ δὲ ἀλήθεια πρὸς αὐτούς. μονογενὴς γέγραπται, διά τε τὸ μόνον γεννηθῆναι ἐκ τῆς ὑποστάσεως τοῦ πατρός, καὶ μὴ ἐκπορευθῆναι, ὡς τὸ ἅγιον πνεῦμα· διά τε τὸ ἀποκλείεσθαι τὰς βλασφημίας αἱρετικῶν λεγόντων αὐτὸν κτίσμα καὶ υἱόν, ὥς ἐσμεν ἡμεῖς. καὶ τὸ ἅγιον δὲ πνεῦμα ἓν καὶ μόνον εἶναι γέγραπται, διά τε τὸ ἑνιαίως καὶ μόνως αὐτὸ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευθῆναι καὶ μὴ γεννηθῆναι, ὡς ὁ υἱός· διά τε τὸ μὴ κτίσμα, ὡς τὰ ἄλλα πνεύματα, ὑπονοεῖσθαι. 5.3 τὸ γὰρ ἓν οὐ δύο, οὔτε ἀλλότριόν ἐστι τὸ πνεῦμα τῆς οὐσίας πατρός, οὔτε διώρισται τῆς πρὸς τὸ ἓν ἑνώσεως· οὔτε πρὸς ἐκεῖνον ὕφεσιν ἔχει ἢ ἄλλον ἑαυτοῦ μᾶλλον συμφυέστερον ἢ ἀγχίθεον· οὔτ' ἀνέχεται ἢ ἀριθμὸς προσαγορεύεσθαι τῆς ἑνάδος οὐσίας ὂν ἢ τοῖς παρηγμένοις συντάττεσθαι, τῶν πάντα παραγαγόντων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τυγχάνον. οὐ δύναται οὖν τὸ ἓν ἅγιον πνεῦμα οὔτε τῷ ἑνὶ πατρὶ ἢ τῷ ἑνὶ υἱῷ εἶναι ἀνόμοιον, οὔτε τῷ πλήθει τῶν πνευμάτων ὅμοιον. 5.4 καθάπερ γὰρ ἑνὸς ὄντος θεοῦ καὶ πατρὸς καὶ ἑνὸς υἱοῦ ἀληθινοῦ πάντες οἱ κατ' εἰκόνα δι' ἀγαθότητα καὶ ἀφθονίαν αὐτοῦ ἐκλήθημεν θεοὶ καὶ υἱοί, -οὐκ ὄντες τῇ ἀληθεῖᾳ-κατὰ τό· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·» οὕτως ἑνὸς καὶ μόνου ὄντος ἁγίου πνεύματος ἀληθείας, πολλὰ πνεύματα λέγεται, οὐκ ὄντα τῇ φύσει πνεύματα τοῦ θεοῦ. 5.5 οὐ βλέποντες καὶ ἀνασκεπτόμενοι, ὅπως ἂν τοῖς θεολόγοις φαίνοιντο συμβαῖνόν τι λέγοντες, οὐκ ὀκνοῦσι καὶ ἄλλα ἐπιφέρειν βλαβερά. καὶ μοί, πρὶν ἅπαντος ἀκοῦσαι τοῦ λόγου, μέμψηται μηδὲ εἷς, εἰ βλάβην τὰ ἐκείνων καλῶ. εὑρήσει γάρ, ὅτι φθέγγονται, ἄντικρυς ἀντιπράττοντες τῇ γνώμῃ τῶν θεηγόρων ἀνδρῶν, οἳ τὸ περὶ τοῦτο διαπρέπειν εἶχον παρὰ τοῦ θεοῦ ἐν δωρεᾶς μέρει. λέγουσι γάρ· εἰ θεὸς τὸ ἅγιον πνεῦμα ἢ πατὴρ ἢ υἱός ἐστιν· μὴ ὂν δὲ τούτων μηδέν, οὔκ ἐστι θεός, ὡς οὐδὲ τὰ ἄλλα πνεύματα. 5.6 ἀπαντητέον τοίνυν αὐτοῖς