1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

53

αὐτῷ καὶ τὸν δεικνύντα αὐτὸν τῇ ἑαυτοῦ ἐμφανείᾳ. 5.13 καὶ ὥσπερ διὰ τοῦ υἱοῦ πάντα ἐγένετο, οὕτως ὑπὸ τοῦ πνεύματος πάντα ἡγιάσθη καὶ ἐδυναμώθη. φασὶν γὰρ οἱ ἀπόστολοι· «δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ σαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ πνεύματος ἁγίου, στόματος δὲ ∆αυὶδ παιδός σου εἰκών.» καὶ καθὰ ἰσοδύναμος καὶ ὅμοιος ὁ μονογενὴς τῷ πατρὶ καὶ ἐξουσιαστὴς σημαίνεται κατὰ τό· «ὅσα ἂν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ» ὡσαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τό· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.» 5.14 καὶ ὥσπερ περὶ ἑαυτοῦ εἶπεν ὁ Χριστός· «οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς,» οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος τὸ ὅμοιον εἴρηται, ὅτι· «τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.» καὶ ὃν τρόπον ὁ υἱὸς τὸ ἀγγελτικόν, «μεγάλης βουλῆς ἄγγελος» ἐκλήθη· οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος· φησὶν γάρ· «ἀλλὰ ἐλάβομεν τὸ πνεῦμα τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.» 5.15 καὶ ὁμοιότατον τῷ· «ἀπαρχὴ Χριστός,» τὸ λέγον ῥητόν· «καὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες.» καὶ ἰσοπαλὲς τῷ· «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν ἀπολυτρώσεως,» τό· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.» καὶ ἰσόρροπον τῷ εἰπεῖν· «ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι ἐν ἐμοὶ τὸν Χριστὸν αὐτοῦ,» τό· «ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ.» 5.16 καὶ ἰσοδύναμον τῷ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε, εἰ ὁ Χριστὸς ἐν ὑμῖν,» τὸ φάναι· «ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ.» καὶ ἴσον τό· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;» τῷ ὑπὸ Ἰωάννου γραφέντι· «ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ὑμῖν μένει. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,» καὶ τῷ· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» 5.17 καὶ ὥσπερ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα δίδοται κατὰ τό· «ἐκχεῶ ἀπὸ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» καὶ κατὰ τό· «λάβετε πνεῦμα ἅγιον·» οὕτως διὰ τοῦ ἁγίου πνεύματος ὁ Χριστὸς κατὰ τὸν Παῦλον Ἐφεσίοις γράφοντα· «ἵνα δῷ ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρω πον κατοικῆσαι τὸν Χριστόν.» 5.18 ἐκλάβοιμεν δ' ἂν ἐν ὁμοίῳ καὶ ἴσῳ τό· «ἐγένετο λόγος κυρίου πρὸς τόνδε τὸν προφήτην» καὶ τό· «κύριος εἶπεν» καί· «τάδε λέγει κύριος παντοκράτωρ» τῷ ἐν ταῖς πράξεσιν ὑπὸ Πέτρου εἰρημένῳ· «ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον» καὶ τῷ ὑπὸ Παύλου ἐν Ῥώμῃ πρὸς τοὺς Ἰουδαίους· «καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφή του» καὶ τῷ· «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» καί· «τάδε λέγει κύριος παντοκράτωρ». 5.19 ἰσότιμόν τε τῷ· «ὁ θεὸς αἰώνιος» τὸ ὑπὸ Παύλου κηρυχθέν· «ὃς ἑαυτὸν προσήνεγκεν διὰ πνεύματος αἰωνίου.» συγκριτικόν τε τῷ· «οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου» καὶ τῷ· «λάβετε πνεῦμα ἅγιον» τό· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.» 5.20 ταὐτόν τέ ἐστιν τό· «ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀλήθειαν,» τουτέστιν τὸ ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀληθινὴν πίστιν, τῷ ὁδηγεῖσθαι ὑπὸ τοῦ δεσπότου Χριστοῦ θεσπίζοντος· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» καὶ ἰσοσθενὲς τῷ λέγοντι ῥητῷ· «μὴ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» τὸ γράφειν· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» καὶ ὁμοιόλεκτον τῷ· «ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται» τό· «ἐξαποστελεῖς τὸν λόγον σου, καὶ τήξει αὐτά.» 5.21 ἰσάμιλλόν τε τῷ εἰπεῖν· «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ, ὅτι οὐ ψεύδομαι» τὸ γράφειν· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ νος μαρτυρήσει περὶ ἐμοῦ·» καί·