56
ἐστίν, καὶ ὡρισμένη ποσότης· μόνως γὰρ ταῦτα τῆς θεότητος ἴδια. ἡ δὲ τοῦ ἁγίου πνεύματος μεγαλοσύνη ἀδιάλυτος, ἀπέραντος καὶ πανταχοῦ καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἀεί ἐστιν· πληροῦσα μὲν τὸν κόσμον καὶ συνέχουσα κατὰ τὴν θεότητα, ἀχώρητος δὲ κατὰ τὴν δύναμιν, καὶ μετροῦσα μέν, οὐ μετρουμένη δέ. «οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα,» ὡς ὁ σωτὴρ ἐν Ἰωάννῃ λέγει· καὶ κατὰ τὴν Σοφίαν, ἔχουσαν· «ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ βληθὲν ὑπὸ σοῦ ἐτηρήθη; φείδῃ δὲ πάν των, ὅτι πάντα σά ἐστιν, δέσποτα φιλόψυχε, καὶ τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.» ἔνθεν καὶ πατέρα πάντων τὸν θεὸν εἰκότως ὀνομάζομεν, οὐκ ὄντα ἡμῶν φύσει πατέρα, ὡς ἔστιν τοῦ μονογενοῦς αὐτοῦ. καὶ πάλιν· «πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς·» ἀντὶ τοῦ περιέλαβεν τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν, τὴν νοητὴν καὶ αἰσθητήν, καὶ οὐδὲν τῶν πάντων ἐστὶν ἄμοιρον τῆς ἀιδίου ἐπιστασίας αὐτοῦ· τὸ γὰρ πάντα συνέχειν τοῦτο δηλοῖ. καὶ πάσης, φησίν, ἐπακούει φωνῆς, ὡς θεὸς ἐν πᾶσιν πανταχοῦ ἀεὶ τυγχάνων, καὶ πᾶσαν ὑλικὴν ἀναρμοστίαν εἰς τάξιν περιάγων τὴν πρέπουσαν, καὶ τῶν πρὸς αὐτοῦ ποιηθέντων φειδόμενός τε καὶ ἐπιμελούμενος, ἅτε αὐτὸς τὴν φύσιν πρόνοια ὑπάρχων καὶ σοφία, δι' ὅλων διαπεφοιτηκυῖα, ὡς ὁ πατήρ. τίς γὰρ ὁ τοιαύτην ἔχων γνῶσιν; Ἡσαῖάς τε λέγει οὕτως· «πνεῦμα γνώσεως καὶ εὐσεβείας,» καὶ ὁ ∆αυὶδ προσᾴδει· «ποῦ πορευθῶ ἀπὸ τοῦ προσώπου σου; καὶ ἀπὸ τοῦ πνεύματός σου ποῦ φύγω;» καὶ ὁ δεσπότης δὲ διδάσκων, ὡς ἡ θεότης τοῦ ἁγίου πνεύματος οὐ περιγράφεται τόπῳ, ἀλλ' ὁμοῦ ἐν οὐρανῷ τέ ἐστιν καὶ ἐπὶ γῆς, πᾶσαν αὐτάρκειαν παρασχόμενον ἀεὶ καὶ παρεχόμενον τῇ κτίσει, ἔφη παρ' Ἰωάννῃ· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· κἀγὼ ἐρω τήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.» ἵνα δὲ γνώριμον γένηται, ὡς τῆς πανταχοῦ παρούσης μιᾶς ἀπείρου φύσεως καὶ αἱ τοιαίδε μαρτυρίαι ἀποφαίνουσιν αὐτό· τὰ ἴσα παρέδοσαν περὶ ἑκατέρας ἀκηράτου ὑποστάσεως, Ἰερεμίας μὲν ἐξηγούμενος ἀπὸ τοῦ θεοῦ καὶ πατρός· «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος·» ∆αυὶδ δὲ περὶ τοῦ υἱοῦ ἐν ρμδʹ ψαλμῷ κελαδῶν· «καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστιν πέρας·» Παῦλος δὲ κηρύττων περὶ τοῦ αὐτοῦ· «ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» 6.3ν ὅτι ἄφθαρτον ἡ κτίσις οὐκ ἄφθαρτος καθάπαξ ἐστίν· ἀλλὰ φθορὰν ἐπιδέχεται, τὴν τροφήν, ἥν φαμεν καὶ μεταβολήν, ὡς ἡ προφητεία λέγει· «ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά.» ἧς κατακούσαντες τῶν ἔξω σοφοί, φασίν· αὐτὰ λύων εἰς αὐτά, καὶ ἐξ αὐτῶν πάλιν αὔξων. ἡμὲν γὰρ ἀσώματος λογικὴ κτίσις τὴν κατὰ προαίρεσιν ἔχει φθοράν, τοῦ μὲν θεοῦ μόνιμον αὐτῇ φύσιν δεδωκότος, καὶ στήσαντος αὐτὴν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτῆς δὲ αὐτοπροαιρέτως μεταβαλλομένης, καὶ εἰς χείρονα ἐκπιπτούσης λῆξιν, καὶ αὐτῷ τούτῳ φθειρομένης, ὡς ἀπολλύειν οἷον ἐκ τούτου τὸ καλεῖσθαι αἰώνιος τὸ γὰρ ὁτιδήποτε ἐξερχόμενον ἑαυτοῦ, τουτέστιν ἀλλασσόμενον, θάνατον εὑρίσκει, κἂν ἄλλως διαμένει, τὴν ἰδίαν ἀλλοίωσιν. καὶ γὰρ ὅπερ ἂν νοήσαις γεγενῆσθαι ἔπειτα, τοῦτο θάνατος τοῦ προτέρου ἐστίν· οἷόν τι ἡ κακία γενομένη ἀγαθότης θανατοῦται αὐτῷ, ᾧ ἀπέστη, ὑπὸ τῆς ἀγαθότητος· καὶ τὸ ἔμπαλιν, ἡ ἀγαθότης ὑπὸ τῆς κακίας. ἔστιν γάρ τινα, ἅπερ ἀεὶ ἑστάναι τῷ πρώτῳ ὅρῳ, εἰ καὶ μὴ ἠρνήθη τοῦτο αὐτοῖς, οὐκ ἀνέχεται. τοιγαροῦν διαγορεύουσιν ἐν ἐπιστολαῖς ταῦτα, Πέτρος μέν· «εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ὁ θεός. ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, εἰς κρίσιν μεγάλης ἡμέρας τετήρηκεν καὶ ἀρ χαίου κόσμου οὐκ ἐφείσατο·» Ἰούδας δέ·