1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

58

ἔρως οὐκ εἴωθεν ἀκριβῆ μαρτυρεῖν ἐξέτασιν· ὅμως οὐδὲν οἷον κωλύει αὐτῆς ἐκείνης τῆς πιθανουργίας ἀκοῦσαι. οὕτω γὰρ ἂν ἔτι πλέον καταγνωσθείησαν. ἔχει οὖν ὧδε· οὐκ εἴ τι αἰώνιον ὁμωνύμως προσηγόρευται, θεὸς δύναται λέγεσθαι, ἀλλ' εἴ τις θεός, αἰωνίων ποιητής. γέγραπται γάρ· «χρόνων καὶ αἰώνων ποιητὴς ὁ θεός·» καὶ πάλιν· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας ἐν τοῖς προφή ταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρόνομον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» οὐ γὰρ εἴ τι αἰώνιον προσηγόρευται, θεὸς ὀφείλει ὀνομάζεσθαι· ἄπειροι θεοὶ ἔσονται. γέγραπται γάρ· «καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,» καὶ πάλιν· «ἔτη αἰώνια ἐμνήσθησαν» καὶ αὖθις· «ὥσπερ πρόβατα αἰώνια,» καί· «ἀναστήσονται οὗτοι εἰς κόλασιν αἰώνιον.» καὶ ἑτέρωθι· «ἀναστήσονται οἱ ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς αἰσχύνην αἰώνιον.» ἆρα οὖν καὶ ἡ κόλασις καὶ ἡ αἰσχύνη θεοί; ὁρᾶς, εἰς ὅσην ἀτοπίαν καὶ ἀσέβειαν ἡ κατὰ τὸ αἰώνιον ὁμωνυμία ἐκπίπτει, τοῖς μὲν οὖν ἐκείνων νοήμασι καὶ ῥήμασιν ἅλμη ἐπιπολάζει τε καὶ συμπέφυρται· ταύτην δὲ διαλύει τάδε· τοῦ αἰωνίου ὀνόματος ὡς ἄρτι ἐπεμνήσθημεν, τὰ ἄλλα κἂν ἔτυχεν, μόνον οὐκ ἀπὸ χρόνου ἔτυχεν· ἀλλὰ καὶ φθορὰν τὴν ἀπὸ γνώμης οἰκείας τροπὴν ἔχει, καὶ ἀνόμοιον παντάπασιν τῷ θείῳ αἰωνίῳ τὸ ἐκείνων αἰώνιόν ἐστιν· καθὰ οὐδὲ ὁ λεγόμενος ἅγιος, ἄγγελος ἢ ἄνθρωπος, ὁμοίως καὶ ἴσως τοῦτό ἐστιν τῷ ἁγίῳ τῶν ἁγίων πνεύματι· αὐτὸ γὰρ ἁγιότης καὶ αἰωνιότης τὸ πᾶν ὑπάρχει. πρόσχωσι τοίνυν, μετὰ ποίας μεγαλοφωνίας τὸ αἰώνιον ἐπὶ τοῦ ἁγίου πνεύματος ἀνείρηται, καὶ ὅτι τούτῳ τὸ θαυμαστὸν ἐκεῖνο καὶ πᾶσιν ἀχωρητότατον προσεπέθηκεν, φημὶ τὸ διὰ τοῦ ἁγίου πνεύματος τὸν κατασκευάσαντα τοὺς αἰῶνας ἑαυτὸν προσαγαγεῖν τῷ ἑαυτοῦ ἀληθινῷ πατρὶ ὑπὲρ ἡμῶν. σκεψάσθωσαν δὲ καὶ ὅτι αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν ἐν τῷ ἁγίῳ πνεύματί εἰσιν, πάντως ὅτι ὡς συνδημιουργῶ τοῦ ἀνεπιδεοῦς δημιουργοῦ· καὶ ὅτι, ὧν οὐκ εὐκαίρως, ἀλλ' ἐνδιασκεύως ἐμνημόνευσαν αἱρετικοὶ αἰωνίων πυλῶν καὶ προβάτων, τὸ τέλος τὰ εἰς τὸ κεφάλαιον τοῦτο προκομισθέντα πρὸς ἡμῶν λόγια προεῖπαν. καὶ ἔστω δῆλον αὐτοῖς τὸ διάφορον τοῦ τε ἀνάρχως καὶ ἀτρέπτως αἰωνίου τοῦ τε ἀπὸ χρόνου καὶ τρεπτοῦ, καὶ ὡς οὐ βραχὺ τοῦτο, οὐδὲ περὶ τὴν οὐσίαν καὶ ἄλλο κάλλος ἐστὶ μόνον, ἀλλὰ τὸ παντάπασιν ἐξηλλαγμένον. ἔστω δὲ γνώριμον καὶ τὸ, ὅτι τὸ ἅγιον πνεῦμα τὴν περὶ τὸ αἰώνιον κρίσιν πρὸς τὸν ἐνισχύσαντα τὰ σύμπαντα θεὸν πατέρα καὶ τὸν υἱὸν ἔχει, οὐ πρὸς τὰ κτίσματα· καὶ λύσαντες τὴν χείρω γνώμην, ἑλέσθωσαν τὴν βελτίονα· καὶ θαυμαζέτωσαν, ἀντὶ τῶν νῦν, ἃ θαυμάζειν ἄξιον· καὶ πραξάτωσαν βελτίω τὸν μετὰ ταῦτα χρόνον· φθόνος γὰρ οὐδείς· καὶ ἀφ' ὧν τὴν ἀλαζόνα μέμψιν ποιησάμενοι ἑαυτοὺς ἔβλαψαν, ἐντεῦθεν καὶ τὸ τῆς μεταμελείας ὄφελος ἀπενεγκάσθωσαν. εἰ γάρ, ὡς θεοπρεπές τι ἐνδεικνυμένη ἡ λέξις αὕτη ἐχρήσθη περὶ τοῦ θεοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἴσως καὶ ὁμοίως ἐκληφθείη ἂν περὶ τοῦ πνεύματος τοῦ θεοῦ. ἓν μὲν δὴ τοῦτο· ἕτερον δέ, ὅτι οὐδὲν, ὧν ἐμνήσθησαν αἰωνίων, προσηγόρευται θεῖον, ἢ πνεῦμα ἅγιον ἐκ τοῦ θεοῦ ἐκπορευθέν, ἤγουν ἕν τι, καὶ μὴ πλῆθος ὄν· οὐδὲ συντάττεται τῷ πατρὶ καὶ τῷ υἱῷ εἰς θείαν μυσταγωγίαν καὶ θεϊκὴν δωρεάν, οὐδὲ ἄλλης τινός, ἵνα μὴ πολλὰ λέγω, θεότητι ἀνηκούσης τιμῆς ἠξίωται. ἄλλα πρὸς τούτοις· ὁ θεὸς καὶ πατὴρ εὐδόκησεν διὰ τοῦ υἱοῦ αὐτοῦ λόγου πάντα δημιουργηθῆναι. καὶ ποία, ὡς ὀνειροπολοῦσιν, λοιδορία τῷ πνεύματι αὐτοῦ τῷ παναγίῳ ἐκ τοῦ μὴ δημιουργῆσαι, εἴ γε ἄρα, κατ' αὐτοὺς, μὴ ἀρρήτως συνεργόν ἐστι τῷ δημιουργῷ ὡς ὁ πατήρ; ὅτι δὲ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ λόγου καὶ τοῦ ἑνὸς ἁγίου πνεύματος πᾶσα ἐνέργεια καὶ δωρεά, δημιουργική τε, ἀγαθή τε καὶ τελεία, καὶ κοινὴ αὐτῶν ὑπάρχει, ἀνάγεται δὲ ὅλα εἰς τὸν ἕνα, ἐξ οὗ καὶ σὺν ᾧ ἀφράστως ἐξεφάνησαν αἱ μακαρίαι ὑποστάσεις αὗται ῥᾷστα ἂν καταμάθοι ὁ ἐξέτασίν τινα ἡσυχῖ ποιησάμενος τῶν σοφίας μεστῶν λογίων, τῶν τε ἐν διαφόροις τόποις τοῦδε τοῦ βιβλίου μνημονευθέντων, τῶν τε ἐν τῷ πρὸ αὐτοῦ.