1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

59

καὶ Παῦλος δέ, ὁ κρείττων ἢ κατ' ἀνθρώπους, ἀπέφηνεν τοῦτο φανερῶς διαβεβαιωσάμενος Κορινθίοις μέν· «ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.» ἄθρει οὖν, ἄθρει, ὡς εἰ θεϊκὸν ὄνομα, ὥσπερ οὖν θεϊκόν, τὸ τοῦ υἱοῦ, ἐξάπαντος καὶ τὸ τοῦ ἁγίου πνεύματος· ἓν γὰρ ἀμφοῖν αὐτῶν ἐδήλωσεν ὄνομα. καὶ ὅτι, ὡς συγκτίσαν ἀρρήτως τὸ ἅγιον πνεῦμα παρὰ τὴν ἀρχὴν καὶ νῦν ἀνακτίζει. τὸ γὰρ ἀπολούσασθαι, τὸ ἀνακτισθῆναι ἐσήμανεν. Τίτῳ δέ· «ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου.» οὐδὲν δὲ ἧττον καὶ ὁ ἱεροψάλτης τοὺς ἤδη ἐν γενέσει ὑπάρχοντας νῦν κτιζομένους ἐν τῇ θείᾳ κολυμβήθρᾳ πνευματικῶς ἀξιοῖ εἰδέναι. φησὶν γάρ· «λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.» οὔκουν αἱ τὴν αὐτὴν τιμὴν καὶ ἐνέργειαν ἔχουσαι ὑποστάσεις τὴν αὐτὴν ἐκληρώσαντο φύσιν, καὶ οὐδὲν θεότητι καὶ δυνάμει διαφέρουσιν ἀλλήλων, μόναι δὲ συμφύεσθαι καὶ συντάττεσθαι καὶ πανταχοῦ συνεπινοεῖσθαι δύνανται τῷ ἑνί· ὃς ἄμφω αὐτός, οὐχ ὧν αἱ ὑποστάσεις ἀμφοῖν, ἔχει ἐξ ἑαυτοῦ ἀνάρχως καὶ ἐξ ἴσου καὶ ὁμοίου καὶ ἀλέκτως ἡνωμένας καὶ συνεχεῖς τὰς ὑποστάσεις. ἔτι πρὸς τοῖς λεχθεῖσιν· πᾶν δικαίωμα τῶν αἱρετικῶν τούτων ὁμοιότροπον, ὥσπερ καὶ ὁμοιόλεκτόν ἐστι τῆς νῦν κινουμένης ἑώλου αὐτῶν σοφιστείας, ὡς μαθησόμεθα μετ' οὐ πολὺ τῇ πείρᾳ ἐξ αὐτῶν τῶν κεφαλαίων. εἰ γὰρ τυχὸν λέξιν τινά, ὡς τὴν «αἰώνιος» ἢ τὴν «ἀγαθός», θείαν ἔνδειξιν κομίζουσαν περὶ τῆς ἐν μονάδι τριάδος, καὶ αὐτῇ καθ' ὅλου καὶ τελείως προσήκουσαν, ἔτυχέν που εἰρῆσθαι περὶ κτίσματος, μετὰ τῆς ὀφειλομένης κτίσματι μνήμης, οὐδὲν μὲν λέγουσιν τί γὰρ καὶ εἰπεῖν ἔχουσιν; περὶ τοῦ θεοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ· κατάγουσι δὲ εὐθὺς ἀφρονέστατα τὸ ἅγιον πνεῦμα εἰς τὴν κτίσιν, οὐκ ἀνάγουσι πρεπωδέστατα εἰς τὸν θεὸν καὶ τὸν μονογενῆ τοὺς ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ ἁγίῳ πνεύματι ἁρμοδιώτατα ὑπὸ τῶν θεολόγων ἀνευφημηθέντας. καὶ μόνων τοίνυν τῶν πρὸς ἡμῶν ἐν τῷ κεφαλαίῳ ᾧ μέτειμεν, δικαιολογηθέντων ὑπερβαθῆναι μὴ δυναμένων, ἀρκούντων δὲ εἰς ὅλον τὸν περὶ αἱρετικῶν ἀγῶνα· ἢ δειξάτωσαν ὃ καὶ λέγειν βαρὺ λίαν, ὡς ἀρχὴ ἢ πέρας τοῦ ἁγίου πνεύματος κεχρησμῴδηταί που· ἢ ὅλως, ὅτι ὁδόν τινα ἔσχεν ἐπὶ φθορὰν ὡς ἡ ἀγγελικὴ καὶ ἀνθρωπικὴ προαίρεσις· ἢ ἔστω αὐτοῖς, τὸ δὴ λεγόμενον, «βοῦς ἐπὶ γλῶσσαν». τοσαῦτα μὲν περὶ ἐκείνων ἐγὼ δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν μεταβήσομαι. 6.5ν ὅτι ὡς ἄτρεπτον ἀρετῆς τε κακίας τε ἀνεπίδεκτόν ἐστιν. ἡ κτίσις ἡ λογικὴ ἀρετῆς τε καὶ κακίας ἐστιν δεκτική, ὡς εὑρίσκομεν ἐν ἀσωμάτοις μέν, καθὰ προείπομεν, ἀρετῆς ἐντὸς τοὺς εὐδοκίμους ἀγγέλους, κακίας δὲ τοὺς ἐκριφέντας· ἐν δὲ σώμασιν, ὡς ἐσμὲν ἡμεῖς αὐτοί. τὸ δὲ θεϊκὸν πνεῦμα ὑπὲρ ἀρετὴν καὶ δόξαν τυγχάνον, μᾶλλον δ' αὐτὸ πηγάζον τὴν ἀκροτάτην ἀρετήν, οὐδενός ἐστι τούτων δεκτικόν, ὡς οὐδὲ ὁ πατὴρ οὐδ' ὁ υἱός. εἰ δὲ μὴ δεκτικόν, οὐδ' ἑτερόβουλον· εἰ δὲ τοῦτο ποιεῖ γὰρ πανθ' ὅσα θέλει ὁ πατήρ, οὐδ' ἑτεροούσιον. κἀντεῦθεν οὖν συνάγεται καὶ τό τε μὴ εἶναι αὐτὸ κτίσμα, ἀπαραλλάκτως δὲ ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ ἡμᾶς ἐξ αὐτοῦ τὸν θεόν, ἐξ οὗ φυσικῶς ἐξεπορεύθη, γινώσκειν, ὅτι καὶ ἐν ἡμῖν ἐστιν ὡς γέγραπται. 6.6ν ὅτι φύσει ἅγιον καὶ ἁγιάζον καὶ δικαιοῦν ἡ κτίσις ἁγιάζεται καὶ δικαιοῦται ὑπὸ τοῦ τὴν φύσιν ἁγίου θεοῦ· δεκτικὴ γὰρ τοῦ ἁγιασθῆναι καὶ δικαιωθῆναι τυγχάνει, οὐ παρεκτική. τὸ δ' ἅγιον πνεῦμα, ἐπείπερ διέστηκε· μὲν τῆς κτίσεως, συνῆπται δὲ τῇ φύσει ἐκείνῳ, ἐξ οὗ ἐκπεπόρευται περὶ οὗ καὶ ἐμυσταγωγήθημεν, ὡς· «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, κατα βαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα». καὶ ἐπείπερ πάντων κήδεται καὶ προμηθεῖται καὶ αὐτῶν τῶν ὑπαιτίων· ἁγιάζει μὲν καὶ δικαιοῖ καὶ σοφίζει καὶ πᾶν εἶδος ἐπουρανίου ἀρετῆς παρέχει· αὐτὸ δὲ οὐδαμῶς εὑρίσκεται ἔχον ἐπιτηδειότητα τοῦ ἁγιάζεσθαι ἢ