62
ὅτι λέγει· τοῦ θεϊκοῦ πνεύματος. συνεπινοεῖσθαι γὰρ τῷ πνεύματι τοῦ θεοῦ τὴν ἄνω ἀτελεύτητον βασιλείαν, ὡς μὴ ἀλλοτρίαν αὐτοῦ τυγχάνουσαν διὰ τὴν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ἀλληλουχίαν. καὶ αὖθις διὰ τῆς αὐτῆς ἐπιστολῆς πιστοῦται, γράφων· «οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιο σύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.» οὐκ ἔλαθεν δ' οὐδὲ τοῦτο καὶ Πέτρον. ἀπολογούμενος γὰρ τοῖς αἰτιωμένοις τὴν συντυχίαν, ἣ ἐποιήσατο πρὸς Κορνήλιον, ἔφη· «εἰ οὖν τὴν ἴσην δωρεὰν δέδωκεν αὐτοῖς ὁ θεός, παρασχὼν τὸ ἅγιον πνεῦμα, ὡς καὶ ἡμῖν ἐν ἀρχῇ· ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;» καὶ πάλιν· «καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐ τῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.» τουτέστιν· ἡ τοῦ ἁγίου πνεύματος ἔκχυσις, ὡς ἄν τις εἴποι, ἡ ἀκατάσχετος καὶ ἄφθονος ἐπιφοίτησις αὐτοῦ, αἰτία προφητείας καὶ ἀνακαινισμοῦ καὶ οὐρανίων ἀγαθῶν καὶ τοῦ κατανοεῖν τὸ κάλλος τῆς θεϊκῆς ἀληθείας ἐστίν. ὡς γὰρ τῷ ἀποστόλῳ δοκεῖ· «ὁ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη ἐστίν.» ὅθεν καὶ πάλιν γράφει· «ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν ἐν πνεύ ματι ἁγίῳ.» μιᾶς γοῦν οὔσης ἀγαθότητος τῆς ἐν ἑνάδι τριάδος, πολλαὶ ἡμῖν ἀποτίκτονται ἀγαθότητος· ὥσπερ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας μιᾶς οὔσης τῆς ἄνω φημί κατὰ τό· «δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,» ἥτις ἐστὶν ὁ μονογενὴς θεός καὶ κατὰ τό· «μόνῳ σοφῷ θεῷ» πολλαὶ πληθύνονται ἡμῖν ἄνωθεν ἀλήθειαι καὶ δικαιοσύναι καὶ σοφίαι κατὰ τό· «ἀληθείας ἐκζητεῖ κύριος,» καί· «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», καί· «πλῆθος σοφῶν, σωτηρία κόσμου», καί· «συμπορευόμενος σοφοῖς, σοφὸς ἔσῃ.» σαφὲς οὖν, ὡς πνεῦμα τοῦ θεοῦ τῇ ὑπάρξει αὐτῇ πνεῦμα ἀγαθὸν καὶ πνεῦμα σοφίας καὶ ἀληθείας καὶ πνεῦμα τοῦ ἀοράτου καὶ ἀσυνθέτου θεοῦ καὶ πατρὸς καθέστηκεν. 6.9ν ὅτι φιλάνθρωπον ἡ κτίσις οὐ γέγραπται φιλάνθρωπος· ἴδιον γὰρ τοῦτο κυρίως μόνης τῆς ὁμοουσίου τριάδος. φιλάνθρωπος γὰρ ὁ πατήρ· «οὐχ ἕως τέλους ἡμῖν ὀργιζόμενος, οὐδ' εἰς τὸν αἰῶνα μηνιῶν, οὐδὲ ποιῶν ἡμῖν πρὸς τὰς ἁμαρτίας, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδιδούς,» κατὰ τὸν ρβʹ ψαλμόν· καὶ ὡς Σολομὼν λέγει· «φείδῃ δὲ πάντων, ὅτι πάντα σά ἐστιν, δέσποτα φιλόψυχε,» καθὰ εἴρηται· ὡς καὶ διὰ ταῦτα καλεῖσθαι ἡμῶν δεσπότην τε καὶ πατέρα, τῆς κηδεμονίας αὐτοῦ τῇ δυνάμει κεκραμένης. τῷ θεῷ γὰρ οὐκ ἔστιν πρόσρησις οἰκειοτέρα τῆς πατρὸς καὶ φιλανθρώπου καὶ ἀγαθοῦ καὶ ἁγίου. φιλάνθρωπος ὁ υἱὸς, ὅς γε δι' ἡμᾶς, τὰ ἔργα τῶν σεπτῶν αὐτοῦ καὶ νοητῶν χειρῶν· «ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·» καθὰ Τίτῳ γράφει ὁ ἀπόστολος· «ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπ εφάνη.» καὶ ὅστις ἂν ἀπονείμῃ αὐτῷ, ὅσα πρέπει μονογενεῖ θεῷ, λαβὼν πλέον ὧν ἤλπισεν, ἀπέρχεται. φιλάνθρωπον τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ κατὰ τὴν Σοφίαν, οὕτω λέγουσαν· «φιλάνθρωπον γὰρ πνεῦμα σοφίας, καὶ οὐκ ἀθωώσει δίκαιον.» οὐ γὰρ παρεῖδεν ἀπολλυμένην τὴν ἀνθρωπείαν φύσιν· ἀλλ' ἐφοίτησεν δι' ἑαυτοῦ ὁδηγῆσαν, διδάξαν πᾶσαν ἀλήθειαν, ἀνακαινίσαν ἡμᾶς, καὶ τὰ θεϊκὰ χαρίσματα δωρησάμενον, καὶ τοσαύτην τοῦ κατ' εἰκόνα θέμενον ἀνέκαθεν φροντίδα, ὥστε εἰς γνώρισμα τῆς ὑπερφυοῦς αὐτοῦ ἀγαθότητος καὶ ταύτην ἔχειν τὴν προσηγορίαν. μεγάλα μὲν γὰρ στοιχεῖα οὐρανός, γῆ, θάλασσα· μεγάλη δὲ λογικὴ κτίσις, ἡ ἀγγέλων καὶ πάσης ὑπερκοσμίου δυνάμεως· ἀλλ' οὐκ ἀφ' ἑνὸς τούτων ἠξίωσεν, ἐκ δὲ τῆς πρὸς τὸν ἄνθρωπον ἀγαθότητος ἔχει ὄνομα τὸ φιλάνθρωπον ἡ τριάς. 6.10ν ὅτι φύσει ἐλεύθερον καὶ οὐ δοῦλον· καὶ ὡς θεὸς καὶ κύριος ἐλευθεροῖ καὶ υἱοὺς ποιεῖ. ἡ κτίσις δούλη τοῦ τεχνησαμένου αὐτὴν δεσπότου καθέστηκεν, ἐλευθερίαν, ἣ ἀφ' ἑαυτῆς μὴ κέκτηται, οὔτε ἑαυτῇ οὔτ' ἄλλοις παρέχειν δυναμένη. φησὶν γὰρ ἡ προφητεία· «τὰ σύμπαντα δοῦλά σα.» τὸ δὲ ἅγιον πνεῦμα μονονουχὶ δοῦλον οὐ γέγραπται, ἀλλὰ καὶ