63
ὡς δεσπότης καὶ φύσει ἐλεύθερον, ἔνθα ἐστὶν καὶ οἷς ἐπιφοιτᾷ, ἐλευθερίαν, ἣν ἔχει, παρέχει. τὰ γὰρ ποιήματα μόνα τῷ τῆς δουλείας ὑπάγεται ζυγῷ· τὸ δὲ μὴ δοῦλον, οὐδὲ ποίημα· τὸ δὲ μὴ ποίημα, φύσει θεός· μάρτυς δὲ τούτων πιστὸς ὁ ἀπόστολος, γράφων Κορινθίοις μὲν ἐν τῇ δευτέρα ἐπιστολῇ· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευ θερία,» Τιμοθέῳ δέ· «οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ,» Ῥωμαίοις δέ· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱο θεσίας, ἐν ᾧ κράζομεν· ἀββά, ὁ πατήρ,» Γαλάταις δέ· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· ἀββά, ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός.» καθάπερ οὖν ἠλευθερώθημεν παρὰ τοῦ υἱοῦ ἀκούσαντες· «οὐκέτι εἶ δοῦλος, ἀλλ' ἐλεύθερος,» καί· «τῇ ἐλευθερίᾳ, ᾗ ὁ υἱὸς ὑμᾶς ἠλευθέρωσεν·» οὕτω διὰ τὸ ταὐτὸν τῆς οὐσίας καὶ δεσποτείας ὑπὸ τοῦ πνεύματος ἠλευθερούμεθα διὰ τοῦ μνημονευθέντος ῥήματος· «οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.» 6.11ν ὅτι ἐπιτάσσει, οὐχ ὑπουργεῖ ἡ κτίσις, ἤ τε νοερὰ καὶ αἰσθητή, ὑπουργεῖ, οὐκ ἐπιτάττει ἀφ' ἑαυτῆς· ὡς περὶ τῶν ἀγγέλων λέγει· «δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.» τὸ δὲ ἅγιον πνεῦμα τοῦ θεοῦ αὐθεντικῶς προφήταις καὶ ἀποστόλοις προστάττει, ὡς θεὸς καὶ δεσπότης, καθὰ ἐν τοῖς ὑποκειμένοις κεφαλαίοις ἀποδειχθείη. 6.12ν ὅτι ἐνδυναμοῖ ἡ κτίσις ἐνδυναμοῦται ὑπὸ τῆς παναλκοῦς καὶ πανδυνάμου θεϊκῆς ἰσχύος, οὐκ ἐνδυναμοῖ δὲ αὐτή.τὴν γὰρ αὐτῇ διαρκοῦσαν ἐδέξατο δύναμιν, καὶ μεταδιδόναι τοῖς συνδούλοις οὐ σθένει. τὸ δέ γε πνεῦμα τοῦ θεοῦ τῇ γονίμῳ καὶ θρεπτικῇ καὶ ἀνεκλείπτῳ αὐτοῦ ἰσχύι ἐνδυναμοῖ, ἐπειδὴ κτίστης καὶ οὐ κτίσμα τυγχάνει. ὁ γὰρ σωτὴρ ἐν ταῖς πράξεσι φησίν· «ὑμεῖς δὲ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς.» ὡς δίχα τῆς αὐτοῦ ἐπιφοιτήσεως οὐδεμίας ἡμῖν πρὸς τὸν θεὸν δυνάμεως ἢ ἐλπίδος ὑπαρχούσης. κατανοητέον δὲ πρὸς τούτῳ, ἓν μὲν, ὅτι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος κατ' ἐξουσίαν σημαίνει γεγενῆσθαι· ἕτερον δέ, ὅτι οὐκ αὐτάγγελος ἦλθεν, ἀλλ' ὑπ' αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος προεμηνύθη. καὶ αὖθις οὖν λέγει· «ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» αὕτη δὲ ἦν ἡ τοῦ ἁγίου πνεύματος. καὶ Παῦλος γράφει Ῥωμαίοις, ἃ θαυμάσαι ἢ ἑρμηνεῦσαι ἀξίως, μάλιστα ἐξ ἐπιδρομῆς, οὐδενὶ εὐπετές· «ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν θεόν. οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ λόγῳ καὶ ἔργῳ εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος ἁγίου.» 6.13ν ὅτι ἀψευδές· ὅπερ ἴδιον μόνου θεοῦ ἡ κτίσις οὐκ ἀληθεύει ἀεί, ἀλλ' ἐξ οἰκείας γνώμης ἔχει τροπῆς μέρος καὶ τὸ ψεύδεσθαί ποτε. ὡς ἐν μὲν ἀσάρκοις ὁ διάβολος, ἐν δὲ σαρκίνοις καθὰ γράφει· «πᾶς ἄνθρωπος ψεύστης,» καί· «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» οὐ γὰρ ἐπιψεύδεσσι πατὴρ θεὸς ἔσσετ' ἀρωγός, ἔγραψαν καὶ οἱ ἔξω. ἐν δὲ ἁγίοις, ὡς Παῦλος περὶ τῶν ἀποστόλων ἔφη· «ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγ γελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων» ἃ εἶπεν. ὡς ἀληθῶς γὰρ μόνης θεϊκῆς φύσεως τὸ ἀεὶ ἀψευδεῖν. διὸ Ἑβραίοις ἐπέστειλεν· «ἵνα» φησίν, «διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύ σασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆ σαι τῆς προκειμένης ἐλπίδος.» ἡ δὲ κοινωνία τοῦ ἁγίου πνεύματος, κοινωνοῦσα τῇ φύσει τῷ πατρὶ καὶ τῷ υἱῷ, κοινωνεῖ εἰς ὅλα, ἔτι μὴν καὶ εἰς τὸ ἀψευδεῖν. πνεῦμα γὰρ ἀληθείας ἐστὶν τοῦ θεοῦ, ὡς προελέχθη, τῷ ἑνὶ θελήματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἑαυτοῦ λαλοῦν, καὶ ἀφ' ἑαυτοῦ οὐ λαλοῦν, ὡς ὁ υἱὸς αὐτῷ ἐμαρτύρησεν εἰπών· «ἀφ' ἑαυτοῦ οὐ λαλήσει.» 6.14ν ὅτι ἀλήθεια, διὰ τὸ μὴ διαφωνεῖν αὐτὸ πρὸς τὴν μίαν θεότητα. ἡ κτίσις οὐδὲν ἔχει προσαγορευθὲν ἀλήθεια, διὰ τὸ μίαν εἶναι θεϊκὴν ἀλήθειαν, ὡς μία ἐστὶν ἡ ἁγιότης καὶ ἡ ἀγαθότης, ἀφ' ἧς ἑκάστοις ἡμῖν ταῦτα