1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

65

πᾶσα, ὁρατὴ καὶ ἀόρατος, ὀνομαστὶ προστάττεται ὑπὸ τῶν τριῶν παιδῶν Ἀνανία, Ἀζαρία καὶ Μισαὴλ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ἀποτεθέντων ὑμνεῖν καὶ ὑπερυψοῦν τὸν θεὸν εἰς τοὺς αἰῶνας· ἔτι δὲ καὶ τὰ Χερουβὶμ καὶ ὁ θεϊκὸς θρόνος, ὃ ἐνταῦθα νοεῖται τὰ Σεραφίμ, δοξάζει ἅτε ὄντα καὶ αὐτὰ μέρος τῆς κτίσεως. ἔφασαν γὰρ οἱ αὐτοί· «εὐλογήμενος εἶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ,» καὶ πάλιν ἀντὶ τοῦ μνημονεῦσαι τῶν Σεραφίμ· «καὶ εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.» ὁμοίως καὶ ὑπὸ τοῦ ∆αυίδ, ἐνεργουμένου ὑπὸ τοῦ ἁγίου πνεύματος, ἐν ρβʹ καὶ ἐν ρμηʹ ψαλμῷ παρακελεύεται ἡ κτίσις αἰνεῖν τὸ κύριον. τὸ δὲ ἅγιον πνεῦμα, ὡς καὶ ὁ υἱός, οὐ συνεμνημονεύθη, ἐπειδὴ καὶ αὐτὸ οὐ δημιούργημα, ἀλλὰ δημιουργός· οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ τῶν ὑμνουμένων καὶ ὑπ' αὐτῶν τῶν Σεραφίμ ἐστιν τῶν σὺν πολλῷ φόβῳ περιεστώτων τὸ θεϊκὸν βῆμα καὶ συγκαλυπτόντων ταῖς πτέρυξιν ἑαυτὰ καὶ ἀμοιβαδὸν ἀνταναφωνούντων ἀσιγήτοις στόμασιν καὶ ἀκαταπαύστῳ φωνῇ τρίτον «ἅγιος» διὰ τὰς τρεῖς ὑποστάσεις, ἅπαξ «κύριος» διὰ τὴν μίαν κυριότητα· ἅπερ, ὅτι μάλιστα δείκνυσιν τὴν θεότητα τοῦ πανυμνήτου πνεύματος. Μακεδονιανοὶ δέ, φυλαττόμενοι καὶ οἷον δεδοικότες, μὴ περὶ αὐτοῦ ἢ προσήκοντά ποτε λέγοντες ὀφθῶσιν ἢ ἀπρόσηκα προέμενοι λάθωσιν, ἐπιβαίνουσιν ἄνευ δίκης ἑαυτοῖς ἐπιτρέποντες καὶ τῷ κεφαλαίῳ τῷδε, ὅπλα παντοδαπὰ κινοῦντες τοὺς ἀκολάστους λόγους καὶ φάσκοντες συναρπακτικῶς γέγραπται, φησίν· «αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡδυνθείη αἴνεσις,» καί· «ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψαλλεῖν τῷ ὀνόματί σου, ὕψιστε.» οὐδαμοῦ δὲ δῆθεν εὑρίσκομεν· αἰνεῖτε τὸ ἅγιον πνεῦμα. ἀπαντητέον δὲ αὐτοῖς οὕτως· εἰ περὶ τοῦ πατρὸς δέχεσθε, ἃς προεκομίσατε φωνάς, ἐκβάλλετε τὸν υἱόν· εἰ δὲ περὶ τοῦ υἱοῦ, τὸ ἐναντίον, ὁπότε καὶ τὸ ἅγιον πνεῦμα κύριός ἐστίν τε καὶ γέγραπται, καὶ ἄδηλον περὶ ποίας ὑποστάσεως γέγραπται νῦν τὸ «κύριος». σκοπεῖτε οὖν, εἰ μὴ τοὐναντίον ἑαυτοῖς ἐχρήσασθε. τὸ δὲ ἅγιον πνεῦμα ὅτι οὐχ ὑμνεῖ, ἐπειδὴ μὴ κτίσμα ἐστίν, συνυμνεῖται δὲ τῷ θεοῦ πνεῦμα ὑπάρχειν ῥᾷον καταμαθεῖν ἀπό τε τοῦ συντάττεσθαι αὐτῷ καὶ ἀπὸ τοῦ τοὺς τρεῖς παίδας καὶ τὸν ἱεροψάλτην πᾶσαν τὴν κτίσιν κατ' ὄνομα ὑμνεῖν παρακελεύεσθαι, οὐ μὴν τὸ τοῦ θεοῦ πνεῦμα, ὡς ἔχουσιν συνηθείας οἱ ἅγιοι ἐξονομάσαι. εἰ γάρ, ὡς φασὶν αἱρετικοί, μέσης θεοῦ καὶ ἀγγέλων φύσεώς ἐστιν καὶ τιμιώτερον καὶ ἀνωτέρω πάντων, ἔδει, ἐπειδὴ μάλιστα ἕν ἐστιν, ἢ καθ' ἑαυτὸ παρακελεύσασθαι αὐτὸ ἀνυμνεῖν, ἢ κἂν πρῶτον αὐτὸ ὀνομάσαι καὶ αὐτῷ τὰ ἄλλα γενικῶς συναναλαβεῖν· οὐ μήν, ὡς αὐθαδῶς εἰκάζουσιν, τὸ ἀνάπαλιν. 6.19ν ὅτι μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ συνονομάζεται. καὶ περὶ αἱρετικῆς ἀντιθέσεως. ἡ κτίσις οὐ συναριθμεῖται τῷ θεῷ. τί γὰρ καὶ κοινὸν τῇ οὔσῃ ἐν μειώσει πρὸς τὸν πάντων ὑπέρτατον καὶ ὑπὲρ πᾶσαν ὄντα ὑπερβολήν, ἢ τῇ γενομένῃ πρὸς τὸν ποιήσαντα; τὸ δὲ πάντιμον πνεῦμα ὡς θεὸς ἢ μετὰ πατρὸς καὶ υἱοῦ συνονομάζεται, ὡς ὅταν ὁ δεσπότης τὸν περὶ τὸ βάπτισμα δίδωσιν ὅρον, καὶ ὡς ὅταν ὁ ἀπόστολος Κορινθίοις τὸ δεύτερον γράφῃ· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν·» ἢ μετὰ μιᾶς αὐτῶν ὑποστάσεως· ἢ καὶ καταμονάς, καθὰ ἐν τῷ πρώτῳ εἴρηται βιβλίῳ, μνημονεύεται. ἀπὸ δὲ τῆς προαιρέσεως τοῦ ἐξοβλήτου καὶ ἀπερριμμένου Οὐαλεντίνου τοῦ μανιχαΐσαντος καὶ πρὸς τοῖς ἄλλοις ἀτόποις μυθοπλάσμασιν μανιωδῶς εἰπόντος ἡλικιώτην τὸ θεϊκὸν πνεῦμα τοῖς ἀγγέλοις ὁρμώμενοι οἱ Μακεδονιανοὶ φασίν· Παῦλος Τιμοθέῳ ἔγραψεν· «διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκ λεκτῶν ἀγγέλων·» τὸ δὲ ἅγιον πνεῦμα, ὡς συντάξας δῆθεν τοῖς ἀγγέλοις, ἀπεσιώπησεν. ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν τῆς ἰδίας ἡ ἔννοιά ἐστιν αὕτη. κἂν γάρ ποτε ἰδικῶς μὴ γένηται μνήμη τοῦ ἁγίου πνεύματος, συναναλαμβάνεται τῷ θεῷ