1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

67

περιέσχεν λόγος. τὸ δὲ ἅγιον πνεῦμα, ὡς μὴ ἐναρίθμιον τῇ κτίσει, ἓν καὶ τὸ αὐτὸ εἶναι τὰ λόγια ἡμῖν προσανεφώνησεν. 6.22ν ὅτι διὰ τὸ ὁμοούσιον καὶ ἄναρχον γέγραπται εἶναι ὕδωρ ζωῆς ἐκ τῆς πατρικῆς πηγῆς ἐκπορευθέν. ἡ κτίσις οὐ γέγραπται εἶναι ὕδωρ ζωῆς· οὐ γὰρ ἀφ' ἑαυτῆς ἔσχεν ἀειζωίαν, ὡς ὁ ἀνάρχως ζῶν θεός. τὸ δὲ ἅγιον πνεῦμα τοῦτο εἶναι εὐφημοῦσιν οἱ ἐν τοῖς ὑπογεγραμμένοις μνημονευθησόμενοι ἱεροκήρυκες, ὡς ἐκ τῆς ἀθανάτου καὶ φυσιζώου πατρικῆς πηγῆς συμφυῶς ἐκπορευόμενον, οὐχὶ κτιζόμενον. καθάπερ γὰρ ἐν τῷ πρώτῳ εἴπομεν λόγῳ, ὅτι τὸ φῶς οὐ γενεσιουργεῖ τὴν ἑαυτοῦ αὐγήν, ἀλλὰ γεννᾷ, οὕτως ἐνταῦθα, ὅτι ἡ πηγὴ οὐ γενεσιουργεῖ τὸ ἐξ αὐτῆς ὕδωρ, ἀλλ' ἐκπορευόμενον ἔχει καὶ ὁμοούσιον οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ ἢ υἱοῦ ἢ πνεύματος γενεσιουργός ἐστιν· ἐπεὶ οὐκέτι πατήρ, οὔτε πνεῦμα ἔχων. Ἰερεμίας ἐκ προσώπου τοῦ θεοῦ· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ τούτῳ ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδα τος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» τὸ μυστήριον ὁ προφήτης μυστηρικῶς ἐκτίθεται. εἶπεν γὰρ «πηγὴν» τὸν θεόν, «ὕδωρ» δὲ «ζῶν» τὸ ἅγιον πνεῦμα, τὸ ἐν τῇ κολυμβήθρᾳ πάσας ἡμῶν ἐκκαθαῖρον τὰς ἁμαρτίας, τὸ διασπασθῆναι τῇ φύσει τῆς νοητῆς πηγῆς μὴ δυνάμενον, ὡς καὶ τὸ ἐκ πηγῶν ῥεῖθρον. Ἠσαῖας ὁμοίως· «ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον ὕδατος ὡς χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.» καὶ τοῦτο διὰ κρυφίων ἔχει νοητὴν διαίρεσιν. τοῖς γὰρ ἐν ἀγνοίᾳ, φησίν, τυγχάνουσιν τοῦ βαπτίσματος καὶ διὰ τοῦτο «πορευομένοις ἐν ἀνύδρῳ» «ἐπιθήσω τὸ πνεῦμά μου» τὸ ποιῆσαι δυνάμενον τὴν κολυμβήθραν ἀναθῆλαι αὐτοὺς ὡς τὰ φίλυδρα τῶν φυτῶν, καὶ· «ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» καὶ ὁ ἱεροψάλτης τὸ ἀληθὲς τῷ πράγματι ἀφανές πως τῷ λόγῳ διὰ τὸ ἀναγκαῖον ποιῶν ἀναμέλπει ἐν μὲν λεʹ ψαλμῷ· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,» ἐν δὲ ρμζʹ· «ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ τὴν μεγάλην·» αὕτη δέ ἐστιν ἡ πᾶσα οἰκουμένη. ἵνα οὕτως γὰρ εἴπω, ὅπερ ἀνθρώποις ἐστὶν ἑκάστη πόλις, τοῦτο παντοκράτορι ἡ οἰκουμένη. Βαροὺχ ἀποκλαιόμενος τὸν λαὸν ὄντα ἐν γῇ Χαλδαίων τῶν πνεῦμα ἅγιον μὴ ἐχόντων βοᾷ. «τί σοί ἐστιν, Ἰσραήλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ;: ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς Ἅιδου. ἐγκατέλιπες πηγὴν τῆς σοφίας· τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον·» «πηγὴν» τὸν θεόν, «σοφίαν» τὸ ἅγιον πνεῦμα λέγων. Ἰωάννης ἀπὸ τοῦ υἱοῦ πρὸς τὴν Σαμαρίτιδα. «εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν·» τῆς κολυμβήθρας τοῦ ἁγίου πνεύματος τὰ ἀθάνατα νάματα λέγων. ὅτι γὰρ πάντα ταῦτα περὶ τοῦ πνεύματος τοῦ θεοῦ εἴρηται, ὃ μνημονευθεὶς εὐαγγελιστὴς ἡρμήνευσεν ἐπὶ λέξεως· τοῦ γὰρ σωτῆρος εἰπόντος· «εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμὲ καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος,» εὐθὺς ἐπήγαγεν· «τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν.» 6.23ν ὅτι τῷ ἁγίῳ πνεύματι ἐχρίσθη ὁ σωτήρ· οὐκ ἂν δὲ εἰ κτίσμα ἦν, τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; καὶ ὅτι καὶ ἡμεῖς χρῖσμα ἔχομεν αὐτοῦ. ἡ κτίσις ἐλαίῳ κτιστῷ ἁγιαζομένῳ βαπτίσματι χρίεται. ὁ σωτήρ, ὡς θεὸς, τῷ συνακτίστῳ αὐτοῦ ἐχρίσατο παναγίῳ πνεύματι παρὰ τοὺς μετόχους ἡμᾶς. εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν τῷ ἰδίῳ ἐχρίσατο ποιήματι ὁ ἄκτιστος; μάρτυρες δὲ οἱ ὑπογεγραμμένοι· Ἠσαῖας ἀπὸ τοῦ σωτῆρος λέγων· «πνεῦμα κυρίου