1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

71

θεοῦ καὶ ἐπὶ τὸ κρεῖττον καὶ πρῶτον ἀνακαλεῖσθαι σχῆμα τοῦ βίου; τοῦτο γὰρ δηλοῖ καὶ τὸ συμμνημονεύεσθαι αὐτό, ὡς τὸν ἀπόστολον περὶ τῶν ἐκ παλιγγενεσίας ἀρτίων γενέσθαι καὶ τοῦ παρὰ πάντα μεγίστου κατορθώματος ἀπολαῦσαι προσδοκωμένων ἀναφωνεῖν· «ὅπως γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ὑμᾶς;» προφητεύειν δὲ καὶ τὸν ∆αυὶδ ἐν ραʹ ψαλμῷ· «λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.» εἰ μηδὲ κοινωνίαν οὐσίας καὶ κυριότητος καὶ ἐνεργείας εἶχεν πρὸς τὸν πατέρα καὶ πρὸς τὸν· «δι' οὗ τὰ πάντα ἐγένετο» υἱόν, οὐκ ἂν ἀνακαίνιζεν καὶ ἡγίαζεν. διὸ σὺν τῷ παναγίῳ πνεύματι ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν τὸν φθαρέντα τῇ παρακοῇ ἄνθρωπον ἀνακτίζων καὶ ἁγιάζων ἐνέφυσα εἰς τὰ πρόσωπα τῶν μαθητῶν καὶ ἔλεγεν· «λάβετε πνεῦμα ἅγιον·» πληρῶν τοῦ Ναοὺμ προφητείαν τὴν ὑπὸ ἀκατασχέτου πόθου τοῦ πρὸς τὸ ἄμετρον καλὸν τοῦ πράγματος τὸ γενησόμενον ὡς ἤδη πραττόμενον διηγουμένην· «ἀνέβη ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως.» ὅτι δὲ κτίσαι ἐστὶν καὶ τὸ ἁγιάσαι, ὅπερ ποιεῖν πέφυκεν τὸ θεϊκὸν πνεῦμα, ∆αυὶδ μαρτυρεῖ, ψάλλων· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,» τουτέστιν· ἁγίασόν με, ἵν' ἀνακαινισθείην, καταφθαρεὶς τῇ ἁμαρτίᾳ· ἐπεὶ πῶς ἂν αὐτῷ ἑτέρα ἐκτίσθη καρδία; συμφράζει τε τούτῳ· «καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,» ἀντὶ τοῦ· τὸ πάντα ὑπερφέρον σεβάσμιόν σου πνεῦμα παράσχου μοι, ἵνα, φησίν, τῷ ἁγιασμῷ αὐτοῦ καθαρὸς ἀναφανείς, γένωμαι ναὸς αὐτοῦ ἄξιος. ἐκ γὰρ δὴ μόνης τῆς αὐτοῦ καὶ τοῦ υἱοῦ σου ἐπιστασίας καὶ αὐτός, δέσποτα, κατασημαίνῃ ἡμῖν καὶ πάντων ἄκος δεχόμεθα κακῶν καὶ ἐν ἐλπίσιν βεβαίαις παντὸς αἰωνίου γινόμεθα ἀγαθοῦ. ἐμφανὲς γὰρ ἡμῖν, ὅτι ∆αυὶδ αὐτὸ ἐξαιτεῖ ἐγκαινισθῆναι αὐτῷ· ἐπεὶ πῶς ἂν τὸ ἤδη ὂν αὐτῷ πνεῦμα ὡς ἄρτι ἐπ' αὐτὸν ἐρχόμενον ἐνεκαινίζετο; ἀλλὰ καὶ μεῖζον καὶ ἀναγκαιότερον τὸ ἁγιάσαι τοῦ δημιουργῆσαι εἰδυῖα ἡ γραφὴ περὶ τοῦ ἀπολέσαντος τὸν ἁγιασμὸν ἐλεεινοῦ Ἰούδα εἶπεν· «καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος,» ἐπειδή, φησίν, ἁπάντων ἀσυμφορώτατον ἔπραξεν καὶ τὸν δεσπότην ἀντ' οὐδενὸς κακοῦ ἀπέδοτο καὶ τὴν ζωὴν ἀργυρίων ἠλλάξατο. καὶ δὴ καὶ περὶ τῆς ἐν τῇ ἀρρήτῳ οἰκονομίᾳ δουλικῆς μορφῆς, περὶ ἧς λέγει Ἰωάννης μέν· «καὶ ὁ λόγος σὰρξ ἐγένετο,» Παῦλος δέ· «ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών,» ὁ μὲν Σολομὼν εἶπεν· «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον» ὁ δὲ Ματθαῖος διὰ τὸ ταὐτὸν τῆς θεϊκῆς φύσεως καὶ ἐνεργείας ἐξέθετο ὡδί· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μη τρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.» καὶ ὁ ἀρχάγγελος δὲ ἔφη· «τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου,» καὶ πάλιν· «πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἑπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον υἱὸς ὑψίστου κληθήσεται.» μνημονευτέον οὖν, ὅτι διὰ τὰς αἱρετικὰς ἀδολεσχίας γένεσιν προανέταξεν τῆς ἐνανθρωπήσεως ὁ εὐαγγελίστης, εἶτα γέννησιν. διασυρόντες γὰρ ἡμῶν τὰς γραφικὰς ἀποδείξεις, λέγουσιν πευστικῶς καθ' ὑπόκρισιν· υἱὸς οὖν τοῦ πνεύματός ἐστιν ὁ Χριστός; πιστῶς οὐδὲ ταῦτα ἀκούοντες οὐδὲ τὸ παρ' αὐτοῦ τοῖς ἀποστόλοις εἰρημένον· «οὐκ οἴδατε, οἵου πνεύματός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου.» εἰ οὖν, ἐπειδὴ ὁ πατὴρ θεὸς ἀληθινός, διὰ τοῦτο καὶ ἡ ἐνέργεια αὐτοῦ θεῖά ἐστιν πάντη τε καὶ πάντως· ἐπειδὴ ταύτῃ ἴση καὶ ὁμοία ἡ ἐνέργεια τοῦ ἁγίου πνεύματος φαίνεται, διὰ τοῦτο καὶ αὐτὸ θεὸς ἀληθινὸς τυγχάνει. πρέποι δὲ ἂν καὶ περὶ τοῦ υἱοῦ ὡσαύτως εἰπεῖν. ἐπεὶ μή γε εἰ ἡ τοῦ πατρὸς ἐνέργεια τῆς τοῦ υἱοῦ ἢ τοῦ πνεύματος ἀμείνων, τί γὰρ καὶ ὅλως ἐνήργει τὸ πνεῦμα ἢ ὁ υἱὸς εἰς ἡμᾶς; καίτοι τὴν χείρω ἐπάγοντες δύναμιν, εἴπερ ἀνομοίως ἔχουσιν, ὡς οἱ αἱρετικοί φασιν; εἰ δὲ δὴ χρήσιμος καὶ σωτηριώδης ἡ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πλήρωσις, κατ' οὐδὲν ἔσται ἀνόμοιος ὁ υἱὸς ἢ τὸ πνεῦμα. οὔτε γὰρ ἂν ὁ ὑπέρτατος καὶ πλούσιος ἐν ἐλέει παρὰ τοῦ χείρονος