1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

73

δημιουργὸς ἢ νεκροὺς ἐγείρων. πάντα γὰρ διὰ τοῦ υἱοῦ ἐγένετο ἀπόνως. πόνος γὰρ πάθος ἐστί· πάθος δὲ ὁδὸς ἐπὶ φθοράν. οὐκ ἀρνούμενοι δὲ τὸν δεσπότην σεσαρκῶσθαι δίχα ἁμαρτίας ἐκ τῆς φύσεως τοῦ Ἀδάμ, ὅ ἐστιν ἐκ τῆς παρθένου, ἢ τῆς ἡμετέρας ταῦτά φαμεν, μᾶλλον δὲ καὶ βεβαιοῦμεν τοῦτο διὰ τοῦ λέγειν ἐκ πνεύματος ἁγίου γεγεννῆσθαι. ἐπειδή, ὡς εἴρηται, καὶ τὴν ἀρχὴν συμπαρῆν τὸ προαιώνιον καὶ προκόσμιον πνεῦμα τοῦ θεοῦ τῷ ποιητῇ τῆς ἡμετέρας φύσεως, οὐχ ὡς χρῄζοντι βοηθείας, ἀλλὰ σὺν ταυτότητι καὶ ἰσότητι θεότητος καὶ θελήσεως, καὶ οἷον μὴ ἀποτετμημένον τοῦ φωτὸς τὸ φῶς. ἢ σύσθητι οὖν, Μακεδόνιε, τοῖς ἁγίοις, κτίσμα τὸ θεῖον πνεῦμα μὴ ὀνομάζουσιν, ἀλλ' ἐκπεπορεῦσθαι ἐκ τοῦ θεοῦ, ὡς πνεῦμα αὐτοῦ κατὰ φύσιν· ἤ, ὡς ἔθος σοι φάσκειν, ὅτι θεοῦ μὲν ἥττων τῇ φύσει, ἀγγέλων δὲ κρείττων ἐστίν, μέσην τινὰ φύσιν καὶ τάξιν εἰληχός, ἀπόδειξον κεχρησμῳδηκότας· τὰ γὰρ ἐκείνων δικαίως προτετίμηται παρὰ τῷ θεῷ τῶν σῶν καὶ τῶν Ἀρείου· καὶ οὐχ ὡς δίδωσιν ὁ τῆς τέχνης καὶ τῆς σοφιστείας νόμος, ἐξόν σοι θαρρήσαντι ἀφεῖναι κατὰ τοῦ θείου πνεύματος ἰδίους λόγους· οὗ τὴν θείαν φύσιν οὐδ' ἂν εἰ τοὺς τῆς διανοίας ὀφθαλμοὺς τοσούτους καὶ τοιούτους εἶχες, ὅσους καὶ οἵους ἔδωκεν ἡ γραφὴ τοῖς χερουβίμ, ἠδυνήθης ἂν κἂν ποσῶς γοῦν θεωρῆσαι. τίς γὰρ ἐπιδράττεται τῆς ἀφανοῦς καὶ ἀχωρήτου θεότητος; ἢ καταγνοὺς τῆς σεαυτοῦ ἀσεβείας εἴκων ἡμῖν τῶν πρωτείων ἀφίστασο. 7.4ν ὅτι ἁγιάζει καὶ δικαιοῖ 7.4 ἀλλ' ἐπανίωμεν πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, ὅτι ἁγιάζει καὶ δικαιοῖ καθὰ προείπομεν. 7.5ν ὅτι σωτηρίαν χορηγεῖ ὅτι σωτηρίαν καὶ τοῖς ἀποσφαλεῖσιν χορηγεῖ· ὃ μόνης ἐστὶν τῆς παγκρατορικῆς οὐσίας. ἄνευ γὰρ θεοῦ πρᾶξαί τι κτιστόν, ἀμήχανον. «οὐδ' ὅσον ἀμπετάσαι βλεφαρῶν περιφαέα κύκλα.» ἔλεγεν γὰρ ὁ ἀπόστολος Φιλιππησίοις τοιάδε· «οἶδα γάρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ.» καθὰ ὕμνηται περὶ μὲν τοῦ πατρὸς ἐν Ὠσηέ· «πλὴν ἐμοῦ οὐ γνώσῃ· καὶ σώζων οὐκ ἔστιν πάρεξ ἐμοῦ·» περὶ δὲ τοῦ υἱοῦ ἐν ταῖς πράξεσιν· «καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. οὐδὲ γὰρ ἄλλο ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι.» 7.6ν ὅτι θανάτου ἐλευθεροῖ καὶ ἁμαρτίας συγχωρεῖ ὅτι θανάτου ἐλευθεροῖ καὶ ἁμαρτίας συγχωρεῖ, ἅτε δὴ ἐκ τῆς πατρικῆς ῥίζης οὐσίας καρπὸν φέρον τὸ ἀθάνατον καὶ ἵλεω. κτίσματι δὲ οὐ δυνατὸν ἢ ἀναμάρτητον εἶναι ἢ ἓν τούτων οἴκοθεν ποιῆσαι. οὐδὲ γὰρ οὐδὲν τῶν πνευμάτων, ὡς προεδείχθη, ἀναμάρτητον· οὐδὲ τάχα, καθ' ὑπερβολὴν λόγου, ἡ μὴ οὖσα λογική. καὶ γὰρ ὁ οὐρανὸς αὐτὸς καὶ ὁ ἥλιος πρὸς τὴν τοῦ θεοῦ καθαρότητα οὐκ ἄμεμπτοι. εἰ γὰρ καὶ φαίνονται ἀπόστολοί ποτε τοιοῦτόν τι πράξαντες, οὐκ ἰδίᾳ δυνάμει περιεγένοντο, ἀλλὰ τῇ τοῦ εἰπόντος· «ἐν τῷ ἐμῷ ὀνόματι μείζονα τούτων ποιήσετε·» καὶ τῇ τοῦ πνεύματος τοῦ πατρὸς τοῦ λαλήσαντος ἐν αὐτοῖς, καθὰ Ῥωμαίους Παῦλος διδάσκει· «ὁ γὰρ νόμος τοῦ πνεύματος ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» καὶ ὁ δεσπότης δὲ παρ' Ἰωάννῃ, ἀποδιδοὺς ἡμῖν τὸ ἅγιον πνεῦμα, ὁ ἀπολέσαντες ἦμεν διὰ τῆς ἀρχαίας παρακοῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν καὶ εἶπεν· «λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται.» ἐνταῦθα τοσοῦτον τοῦ ἀειμνήστου πνεύματος τὸ αὐτεξούσιον, ὅτι αὐτό τε δι' ἑαυτοῦ ἁμαρτίας συγχωρεῖ, καὶ ἐν τῷ ὀνόματι καὶ τῇ δυνάμει αὐτοῦ οἱ ἀπόστολοι καὶ πάντες οἱ πιστεύοντες αὐτῷ ἄφεσιν ἁμαρτιῶν παρέχουσιν. ὅτι δὲ θεοῦ μόνου τὸ ἱλάσκεσθαι ἁμαρτάνουσιν, ἔνδοξοι θεοῦ ῥήσεις σημαίνουσιν· «ἐγώ», γάρ φησιν, «εἰμὶ ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου», καί· «ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χίονα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.» καὶ ὁ σωτὴρ δὲ ὡς παῖς θεοῦ τῷ παραλύτῳ ἔφη· «τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι», καί· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς