1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

74

ἁμαρτίας τοῦ κόσμου.» 7.7ν ὅτι συνεργεῖ τῷ πατρὶ καὶ τῷ υἱῷ· καὶ ὅτι Χριστὸς ἐν τῇ δυνάμει τοῦ πνεύματος σημεῖα καὶ τέρατα ἐποίησεν καὶ δαιμόνια ἐξέβαλεν διὰ τὸ ἀχώριστον τῆς θεότητος ὅτι τῷ ἀπροσδεεῖ καὶ παντοδότῃ θεῷ πατρὶ καὶ τῷ υἱῷ αὐτοῦ συνεργεῖ καὶ συμπαρέχει πάντα πᾶσιν, οὐκ εἰς αὔριον ἀναβαλλόμενον, ἅτε δὴ ξύγγνωμον καὶ ὁμόγνωμον πνεῦμα τοῦ πατρὸς, ἀνεκποίητον ἔχον τὸ εἶναι καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὴν αὐτοῦ, ὅθεν καὶ συνυφεστώτως ἐξῆλθεν, διακληρωσάμενον θεότητα. καὶ ὅτι ὁ παντεξούσιος καὶ πανδύναμος Χριστὸς σὺν τῇ δυνάμει τοῦ αὐτοῦ σεμνοτάτου πνεύματος τὰ σημεῖα καὶ τὰ τέρατα ἐποίησεν καὶ δαίμονας ἐξέβαλεν, ὡς ἐξηγήσαντο οἱ ἱεροφάνται· Μιχαῖας μέν· «τάδε» φησίν, «λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου», καὶ μετ' ὀλίγου ἐπιφέρει· «διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν, ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίσεως καὶ δυναστείας.» εἶπεν τοίνυν ποιεῖν ἰσχὺν κύριον ἐν πνεύματι κυρίου, διὰ τὸ καὶ τὴν τριάδα καὶ τὸν σύνδεσμον τῆς φύσεως αὐτῆς δηλῶσαι. αἰνίττεται δὲ τὴν κρίσιν, ἐν ᾗ οὐκέτι λοιπὸν μετάνοια καὶ ὁ εἰσακούων· «ἐν», γάρ, «τῷ ᾅδῃ», φησίν, «τίς ἐξομολογήσεται σοι»; τὸ δὲ «ἐμπλήσω ἰσχὺν» ἀντὶ τοῦ «μεγάλην ἀνταπόδοσιν ποιήσω μετὰ τοῦ θείου πνεύματος». Παῦλος δὲ ὁ δοκιμώτατος ἀποστόλων πρὸς Ἐφεσίους μέν· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύ ματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν·» πρὸς Ῥωμαίους δέ· «ἔχω οὖν πεποίθησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν θεόν. οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύ ματος ἁγίου.» αἱ ὅμοιαι τῇ φύσει ὑποστάσεις ὁμοίας τιμῆς ἄξιαι· ὅθεν παραπλήσιον καὶ τὸ λόγιον τόδε τῷ· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» Ματθαῖος ἀπὸ τοῦ σωτῆρος· «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.» καὶ ὡς ἐν τῷ φωτίσματι συμπράττει· ἀδύνατον τοίνυν τῇ συμφωνίᾳ καὶ τῇ ἐνεργείᾳ ὑπάρχειν ἕν, μὴ οὔσης τῆς οὐσίας μιᾶς· καὶ διὰ τοῦτο λέγει ὁ δεσπότης ποτὲ μέν· «ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα·» ποτὲ δέ, ὡς νῦν εἴρηται· «ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» διὰ τοῦτο δὲ καὶ Παῦλος εἶπεν· «ἐν δυνάμει πνεύματος ἁγίου», ὁμολογῶν, ὅτι τῇ θείᾳ τῆς τριάδος ἐνεργείᾳ τεθνεῶτας ἤγειραν, αὐτὸς μὲν τὸν Εὔτυχον, Πέτρος δὲ τὴν Ταβήθαν. 7.8ν ὅτι ὥσπερ ὁ θεὸς καὶ πατὴρ, οὕτω καὶ τὸ ἅγιον πνεῦμα χρηματίζει, σημαινόμενον θεὸς καὶ δεσπότης. ὅτι ὥσπερ ὁ θεὸς καὶ πατήρ, οὕτω καὶ τὸ ἅγιον πνεῦμα χρηματίζει, σημαινόμενον θεὸς καὶ δεσπότης, καθὰ φράζει Λουκᾶς· «ἦν ἄνθρωπος ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος, δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ· καὶ πνεῦ μα ἅγιον ἦν ἐπ' αὐτῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύμα τος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν κυρίου. καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν. καὶ ἐγένετο ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισ μένον τοῦ νόμου περὶ αὐτοῦ· καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας, καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ ποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σω τήριόν σου.» ἐχρημάτισεν τοίνυν τὸ ἅγιον πνεῦμα· ἐδέξατο Συμεὼν τὸν Χριστὸν εἰς τὰς ἀγκάλας κατὰ τὸ χρηματισμόν· εὐλόγησεν τὸν χρηματίσαντα, τουτέστιν ἐδόξασεν τὸ ἅγιον πνεῦμα, ἑορακῶς τὸ σωτήριον τοῦ χρησμοῦ δεξάμενον πέρας· θεόν τε καὶ δεσπότην αὐτὸν τὸν χρηματίσαντα ἐκάλεσεν. ἐχρημάτισεν δὲ ὁ θεὸς πατήρ, τῷ Ἰὼβ φάνας· «οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος»; οἱ δὲ τῷ ἀληθινῷ πνεύματι τοῦ θεοῦ μάχεσθαι ἠσκηκότες, πανταχοῦ τῆς ὑποθέσεως τὰ ἐν ἄλλοις