1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

76

θεοῦ, ἥτις ἐσμὲν ἡμεῖς, τὰ μεγαλεῖα μανθάνει. πρὸς πειθὼ δὲ τὴν περὶ τοῦτο δύναταί τι συλλαμβάνειν καὶ ἅπερ Κολοσσαεῦσιν ἔγραψεν τοιῶσδε· «τὸ μυστήριον τοῦτο τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ.» πρὸ τούτου γάρ, φησίν, τῷ θεῷ ἔγνωστο μόνῳ. πρὸς τούτοις καὶ ἅπερ περὶ τῶν ἐνεγκόντων πᾶσιν ἀνθρώποις ὄφελος, τῶν περὶ τὴν ἄλεκτον οἰκονομίαν φημί, τοῖσδε παρὰ Πέτρου ἀνείρηται τοῖς ῥητοῖς, ὡς προελέχθη· «εἰς ἅ», φησίν, «ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.» εἰ δέ τινα ἔμφυτον γνῶσιν εἶχον, οὐκ ἂν ἱμείροντο τοῦ κἂν διακύψαι εἰς αὐτό, ἀλλ' ἐπειδὴ μὴ ἔχουσιν, εἰς ὑπερβάλλοντα, ὡς οἱ ἄνθρωποι, τρόπον τινὰ ἐκπίπτουσιν ἔρωτα ἐκείνων, ὧν τῆς γνώσεως τυχεῖν αὐτοῖς μὴ ὕπεστιν. πέφυκεν γὰρ καὶ τὴν ἄλλως ὑπερορᾶσθαι μὲν τὰ εὑρεθῆναι ῥᾴδια, ποιεῖσθαι δὲ τὰ σπανιώτερα. καὶ μέντοι καὶ τοῦτο οὐ κατὰ γνώμην οἰκείαν, τῷ κοινῷ δὲ τῆς φύσεως αὐτῶν λόγῳ οὐ πάντας φημί ὑπόχρεοι ὄντες τινές. «εἰ γάρ», φησίν, «ἀγγέλων ἁμαρτησάντων ὁ θεὸς οὐκ ἐφείσατο», ποίαν ἔμφυτον γνῶσιν τῶν μελλόντων ἢ αὐθεντείαν τοῦ χρηματίζειν, ὡς ὁ θεὸς ἔχειν δύνανται; εἰ δὲ οὐκ ἴσασι μὲν οὗτοι ἀφ' ἑαυτῶν οὐδὲ κατ' ἐξουσίαν ἰδίαν χρηματίζουσιν, ὡς ἔστι καὶ δίχα συστάσεώς τινος τὸ πρᾶγμα αὐταπόδεικτον, διὰ δὲ τὸ τὴν λέξιν μόνην κατὰ κοινοῦ κατηγορεῖσθαι ἐπὶ τὴν μέμψιν καὶ τὴν κατηγορίαν παρηγγείλατε, προπετῶς καὶ ἀδιασκέπτως ἐπράξατε, καὶ οὐδὲ πρὸς τὸ πρᾶγμα. οὐδὲ γὰρ εἰ τὸν θεὸν πατέρα φαῖεν τυχὸν ἄλλοι τινές, ὅτι χρηματίζει καὶ ἀγαθός ἐστιν, ἡμᾶς τὸ ἐναντίον λέγειν πρέπον. εἴπω τι ὑμῖν καὶ ἕτερον· «βλέπετε μὴ τὸν χρηματίσαντα τῷ ἑκατοντάρχῃ ἄγγελον, τὸν ἅγιον τῶν ἁγίων, σωτῆρα εἶπεν; τῷ γὰρ ὀνόματι τούτῳ προσχρησαμένῃ ἐπικεκρυμμένως σὺν ἐμφάσει πολλῇ καὶ θείᾳ περὶ αὐτοῦ φαίνεται ἡ γραφὴ διὰ τὸ ἀγγεῖλαι ἐν τῇ οἰκονομίᾳ ὡς υἱὸν λόγον τὸ πατρικὸν βούλημα. οὐ γὰρ εἶπεν ὀνομαστί, ὡς εἴωθεν λέγειν· Μιχαήλ, Γαβριὴλ ἢ ὁ δεῖνα.» τί τοίνυν ἐξ ἁπάντων τῶν ἡμετέρων λόγων αἰτιάσαιτ' ἂν τίς εὐλόγως; τί δὲ μέμψαιτο τῇ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι ὀρθοδόξων πίστει; πῶς δὲ οὐ πιστεύειν ἄξιον, ὡς τὸ ἅγιον πνεῦμα βασιλικῶς ἤτοι θεϊκῶς χρηματίζει, οἱ δ' ἄγγελοι λειτουργικῶς ἤγουν διακονικῶς; ὡς χαλεπὸν οὖν, καθά φησιν, οἰάκων ἔχεσθαι. ὅτῳ κυβερνητικῆς οὐχ ὕπεστιν, οὕτω χαλεπὸν καὶ διδάσκειν, ὅτῳ ἡ χάρις τοῦ θείου πνεύματος ἡ τῶν ἀνθρώπων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ ἐργαζομένη τὴν σωτηρίαν οὐ πάρεστιν, οὔτε ἐστὶν τὸ εἰδέναι τὴν καὶ ἐν τοῖς αἰνίγμασιν τῶν λογίων εὑρισκομένην ἀσφάλειαν καὶ τὴν ἀπὸ τῆς ἐπιστήμης τῶν πιστῶν ἀνδρῶν διδομένην ἀπόκρισιν, καὶ ὅτῳ ἐριστικῆς καὶ ἀντιλογικῆς καὶ ποικίλης προαιρέσεως ἄνευ οὐκ ἔστιν λόγου προφορά. οἶδα δὲ σαφῶς, ὦ εὐδόκιμοι καὶ τὸ οὐράνιον φῶς κατοικοῦντες ἄγγελοι τοῦ θεοῦ, ὅτιπερ ὑμεῖς ὡς ἄμεμπτοι καὶ τέλειοι οὐκ ἠχθέσθητε ἐπὶ τοῖς λεχθεῖσιν παρ' ἐμοῦ, ἕνεκα τῶν κατὰ τὴν φύσιν, οὐ κατὰ τὸ ἐπαινετὸν τῆς γνώμης, ὁμοίων ὑμῖν ἀγγέλων· οἷς ἐξ ἀρχῆς μέμψις παρηκολούθησεν, ὡς καὶ οἵτινες ὑμῖν μάλιστα ἀπίθανοί τινες πρὸς τὸν κατὰ τῆς ἀληθείας ἀγῶνα φαίνονται. ὁ γὰρ λόγος μοί ἐστιν ὑπὲρ τοῦ θεϊκοῦ πνεύματος τοῦ φωτίζοντος ἅπαντα καὶ φιλοτιμουμένου τὰ θεϊκὰ τοῖς κτίσμασι τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ ἐφάμιλλα, τοῦ ἁγιάσαντος καὶ ὑμᾶς καὶ συνδοξαζομένου παρ' ὑμῶν ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ διὰ τοῦ τρισαγίου αἴνου. μᾶλλον δὲ καὶ συνεπενεύσατε πνεῦμα τοῦτο τῆς ὑποστάσεως τοῦ θεοῦ ἓν καὶ μόνον καὶ θεὸν ἀνευφημήσαντί μοι· καὶ ἐβούλεσθε ἂν τάχα πανηγυρίζει δέ μοι ἐν τῷ μέρει τούτῳ τὸ βιβλίον δι' ὑπερβολὴν εὐνοίας ὑμῶν τῆς περὶ τὴν σεπτὴν καὶ ὁμοούσιον τριάδα ὑμετέρα τε εἶναι ῥήματα τὰ ἐκ τῆς τῶν γραφῶν διανοίας λεχθέντα παρὰ πολλῶν καὶ νῦν παρ' ἐμοῦ καὶ μηδέποτε σιωπὴν τούτοις ἐπιβληθῆναι, καὶ πάντας δὲ τοὺς ἀνθρώπους τὴν ἀπὸ τῶν πραγμάτων σχολὴν δαπανᾶν εἰς ὑπόθεσιν τοιαύτην. τοιγαροῦν διὰ τοῦτο κρίσει τῇ ὑπερτάτῃ, σὺ μὲν, ὦ ἅγιε Μιχαήλ, ἄρχειν τῶν