77
ἀσωμάτων στρατιῶν προεχειρίσθης καὶ ζώνῃ οἷον νοερᾷ ἐτιμήθης, καὶ εὐωδία τις τῆς πάντων δεσποζούσης παναγοῦς καὶ οἰκτίρμονος τριάδος ὑπάρχεις· σὺ δέ, ὦ ἅγιε Γαβριήλ, διακονήσασθαι τῷ μυστηρίῳ τῆς ἀφράστου οἰκονομίας, ὡς ἐχέμυθος καὶ πιστός, ἐξελέγης· ἄλλος δὲ ἄλλῳ, οὐδὲ αἰτήσας, θεοσδότῳ χαρίσματι τετίμηται, οἵῳ μὴ καὶ ἕτεροι, καὶ οἵῳ μὴ καὶ ἡμεῖς· ἀλλὰ καὶ ἡμεῖς, οἵῳ μὴ καὶ ὑμεῖς. ὁ γὰρ θεὸς λόγος οὐ διὰ τοὺς ἁμαρτήσαντας ἀγγέλους ἄγγελος, ἀλλὰ διὰ τοὺς ἐν ἁμαρτίᾳ ἀνθρώπους ἄνθρωπος, ἀτρέπτως, ἀσυγχύτως, ἀναμαρτήτως, ἀφράστως, ὡς οἶδεν καὶ ἠβουλήθη, ἐκ τῆς παρθένου καὶ κατὰ τὴν σάρκα αὐτῆς καὶ πάντων ἡμῶν ἐγένετο, μείνας ὃ ἦν καὶ ἔστιν καὶ ἔσται, εἷς καὶ αὐτός. «εἷς γάρ», φησίν, «ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστὸς εἰς δό ξαν θεοῦ πατρός.» καὶ οὕτως, ὡς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβη, ἥξει τὸ δεύτερον, διακονουμένων αὐτῷ ἀγγελικῶν εὐδοκίμων φαλάγγων μυρίων μυριάδων, καὶ ἔτι καὶ κρινεῖ καὶ ποιήσει κατὰ τὴν φιλανθρωπίαν αὐτοῦ. διὸ μετὰ τὰς ἐκκλησίας καὶ οἶκοι εὐκτήριοι τῷ θεῷ τῆς προσηγορίας ὑμῶν ἐπώνυμοι, ὦ εὐάρεστος ξυνωρὶς ἀρχαγγέλων, οὐκ ἐν μόναις ταῖς πόλεσιν, ἀλλὰ καὶ στενωποῖς ἰδίᾳ καὶ οἰκίαις καὶ ἀγροῖς ἱδρύνθησαν, χρυσῷ καὶ ἀργύρῳ ἢ καὶ ἐλέφαντι κοσμηθέντες· ἴασίν τε οἱ ἄνθρωποι καὶ εἰς τὰ ἀπωτέρω τῆς ἐνεγκαμένης αὐτοὺς χωρία τὰ ἔχοντα οἷον ὡς πρυτανεῖα ἐπιτευγμάτων τὰ εὐκτήρια προβεβλημένα, οὐκ ὀκνοῦντες καὶ πέλαγος διαλαβεῖν, ἢ δέοι, μακρόν, καὶ πολλῶν ἐφεξῆς ἡμερῶν ὁδὸν ἔσθ' ὅτε καὶ ἀργαλέαν ἐξανῦσαι, ὡς πειραθησόμενοι πλείονος εὐνοίας μὲν τῆς περὶ τὴν πρεσβείαν ἀπὸ ὑμῶν, μετουσίας δὲ τῆς τῶν φιλοτιμουμένων ὑπὲρ τοῦ εὖ ἀγαθῶν παρὰ τοῦ θεοῦ. ἐν γὰρ ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις καὶ τοῖς εὐκτηρίοις καὶ μαρτυρίοις, ὡς ἐν ἄλλοις οὐρανοῖς, τὰ ἀνέκλειπτα αὐτοῦ προὔθηκεν ἀγαθά· καὶ ἀφ' ὧν οὗτος αὐτὸς ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων δέδωκέν τε καὶ ὁσημέραι δίδωσιν ἑκάστοις, ἀπὸ τούτων εὐσεβῶς καὶ ὁσίως προσφερομένην δέχεται ἀναίμακτον θυσίαν, καὶ πάντα ἔχει τὰ παρὰ ἀνθρώπων γέρα. νομίζω δὲ εἰς τὰ κατὰ αἱρετικῶν καὶ εἰς τὰ περὶ θεολογίας, καὶ τὰ ἄλογα ζῶα, μενοῦνγε τοὺς λίθους αὐτούς, τῇ προθυμίᾳ συμφθέγγεσθαι ἡμῖν. τί γὰρ οὐ ποιεῖ ὁ περὶ θεὸν ἔρως; ἢ τίνι παραχωρεῖ φίλτρον ἀληθὲς καρδίας; ἴστε γὰρ σὺν θεῷ δὲ πάντα εἰρήσθω οὕτω μεθ' ὑμῶν τε καὶ τῶν ἐκ τῆς ἡμετέρας φύσεως γεγονότων ἁγίων πρεσβευόντων πεπραχέναι, ὡς μηδένα πω μέχρι καὶ τήμερον οἷον δίκην τινά μοι καὶ κακηγορίας ἑλέσθαι λαχεῖν ὑπὲρ ὑμῶν τῶν ἡμετέρων πρέσβεων τῶν τιμὰς τὰς πρὸς τὸ μέτρον ὑμῶν παρὰ πᾶσιν ἐχόντων· μηδὲ ὀνόματι καλέσαι με εἰς ἀγῶνα τὸν περὶ τούτου καὶ κρίσιν, καίτοι εὑρισκομένων τῶν τὰ μὴ ὄντα κατηγορούντων· ἀλλὰ μηδέ τινα πειραθῆναι διελέγξαι με ὡς εἴην λόγους ἀκούσας κατὰ τοῦ θεοῦ λόγου καὶ τοῦ ἁγίου πνεύματος καὶ δι' αἰδῶ τυχὸν ἢ φόβον τοῦ λέγοντος ἐπινεύσας καὶ τὰ μὴ καλὰ ἐπαινέσας· ἢ ὅλως ὀλιγωρήσας ποτὲ καὶ ἐν ῥαθυμίᾳ τῇ οὐκ ἐνδέοντι θέμενος τὸ πρὸς δύναμιν ἀντιτάξασθαι· μενοῦνγε ἐκ τοῦ ἐναντίου φάναι πολλούς, ὡς ἀεὶ παρῆλθον εὔτονος καὶ ἥμερος εἰς τὰ τοιαῦτα ἢ δώσων δίκην ἢ ληψόμενος. κέρδος γὰρ μέγιστον καὶ αἰώνιον ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ τῶν σὺν ἡμῖν ἡγοῦμαι καλῶς τὸ πάντα πόνον, εἰ δεήσοι, καὶ κίνδυνον ἑλέσθαι ὑπὲρ τοῦ ποιήσαντος ἡμᾶς καὶ σώζοντος, καὶ κρῖναι καὶ φιλανθρωπεύσασθαι αὐτοῦ ἕνεκα ἔχοντος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰδότες οὖν, ὡς ἐκλεκτοὶ λατρευταὶ μὲν τῆς παναγοῦς τριάδος, πρεσβευταὶ δὲ τοῦ ἀνθρώπων γένους, μηδὲν μετ' αὐτὴν τὴν πάντων αἴτιον καὶ ζωοποιὸν αἰδοῦς εἰς ὑμᾶς ἐλλελεῖφθαί μοι τῆς ὀφειλομένης εἰς τοὺς συναγορεύοντάς με ταύτῃ τῇ χορηγούσῃ ἐνθυμήσεις καὶ φράσεις σοφὰς αὐτῇ τε ἀρεσκούσας καὶ ἡμᾶς εὐεργετούσας· ἔπειτα καὶ ὑμῖν· καὶ τοσούτῳ «ἔπειτα», ὅσῳ πρέπει μετὰ τὴν ἄκτιστον κτιστῆς εὐπρεπῶς μνημονεύειν φύσεως τάξαντας· ἱκετεύσατε ἰδικῶς ὑπὲρ ἐμοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ σὺν ἐμοὶ καὶ πάντων τούτου γὰρ