78
πλέον παρέχειν ἡμῖν οὐκ ἐπετράπητε, τήν τε ἐπὶ τούτῳ γνώμην διατηρηθῆναί μοι ἀκίνητον, τήν τε εὐχὴν ἐπ' ἄπειρον κατορθοῦσα ἀγαθωτάτη καὶ αὐτοτελὴς καὶ ἀδιαίρετος τρίας, προσδεχθῆναι· καὶ καταξιωθῆναι ἡμᾶς παντεκνεὶ, πανοικεὶ, παγγενεὶ καὶ παμφιλεὶ φίλοι δὲ ἡμῖν οἱ ὀρθόδοξοι σὺν ὑμῖν τε καὶ πᾶσιν τοῖς ἁγίοις ἁγιοτρισσολογῆσαι αὐτὴν ἐν οὐρανοῖς εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων καὶ τῆς ἐπηγγελμένης καὶ πρὸς ἡμῶν πιστευομένης ἀτελευτήτου καὶ ἀδιαιρέτου αὐτῆς βασιλείας χάριν αὐτῆς τυχεῖν. ἀμήν, ἀμήν, ἀμήν. 7.9ν ὅτι σὺν τῷ Χριστῷ κρίνειν μέλλει τὰ πάντα ἀλλ' ὥρα γὰρ εἰς τὴν ἀρχθεῖσαν ὑπόθεσιν αὖθις οὖν τείνεσθαι, ὅτι σὺν τῷ Χριστῷ, ἅτε θεὸς καὶ δημιουργός, τὸ ἅγιον πνεῦμα κρίνειν μέλλει τὰ πάντα. τίνος γὰρ καὶ ἔστιν κρίναι ἢ τοῦ κοινωνίαν ἔχοντος πρὸς τὸν ποιήσαντα αὐτά, θεότητος καὶ βασιλείας; ὡς προφητεύει Ἠσαῖας μέν· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ τα πεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ὑπερηφάνους καὶ ἐξελεῖται τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐ τοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς.» ῥάβδον καὶ ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγει τὸν ἐξ αὐτῆς ἐν τῇ ἐνανθρωπήσει βλαστήσαντα καὶ τῇ ἑαυτοῦ εὐωδίᾳ τὴν ὑφήλιον ῥώσαντα, ἐφ' ὃν εἴδομεν ἐν εὐαγγελίοις ἀναπαυσάμενον τὸ ἅγιον πνεῦμα, κριτὴν δὲ αὐτὸν σὺν τῷ ἁγίῳ πνεύματι ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἰδεῖν περιμενόμενον. τοῦτο γὰρ σημαίνει τό τε: «ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς», καὶ τὸ ἀλλαχοῦ εἰρημένον τῷ αὐτῷ προφήτῃ· «ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» ∆αυὶδ δὲ ἐν ρληʹ ψαλμῷ φησιν· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ προσώπου σου ποῦ φύγω»; τό· «ποῦ πορευθῶ» καὶ «ποῦ φύγω» πλατεῖαν ἔχει ἔμφασιν· σημαίνει γὰρ πανταχοῦ παρεῖναι καὶ κριτὴν ὑπάρχειν τὸ ἅγιον πνεῦμα. «φοβερόν», γὰρ ὡς ἀληθῶς, κατὰ τὸν ἀπόστολον, «ἐμπεσεῖν εἰς χεῖ ρας θεοῦ ζῶντος», τοῦ λέγοντος, ἐν μθʹ ψαλμῷ· «ἐλέγξω καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.» καὶ τοῦ Μιχαίου δὲ ἡ μικρῷ πρόσθεν λεχθεῖσα προφητεία καὶ εἰς τόδε συντελεῖ τὸ κεφάλαιον. ποίαν δὲ ἀπόδειξιν ἂν εἴποι τις ἰσχυροτέραν εἰς τοῦτο τοῦ καὶ σωτῆρα παρ' Ἰωάννῃ λέγειν περὶ τοῦ ἁγίου πνεύματος· «ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιο σύνης καὶ περὶ κρίσεως»; 7.10ν ὅτι ὁ Παῦλος ἐν τῇ δυνάμει τοῦ πνεύματος Ἐλύμαν τὸν μάγον ἐξετύφλωσεν ὅτι ἐν τῇ ὑπερβαλλούσῃ δυνάμει τοῦ ἁγίου πνεύματος ὁ Παῦλος ἐν Κύπρῳ Ἐλύμαν τὸν μάγον, ἐπιστρατεύοντα τοῖς ἁγίοις καὶ λυμαινόμενον τῇ ἀληθείᾳ, ἐξετύφλωσεν λόγῳ. τοῦ πνεύματος γὰρ εἶναι τὴν δύναμιν δεικνῦσα ἡ γραφή, λέγει αὐτοῖς ὀνόμασιν οὕτως· «τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου, εἶπεν πρὸς αὐτόν· ἰδοὺ χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον.» ἀληθῶς γὰρ οὐκ αὐτόν, μὴ ἔχοντα τοῦ πνεύματος τὴν πάντα ἐνεργοῦσαν δύναμιν, ἀνθρώπου μαγγανείαις σώζοντος καὶ δαίμοσι πεποιθότος τὸ βλέπειν ῥήματι ἀποσβέσαι. 7.11ν ὅτι τῇ δυνάμει τοῦ παναγίου πνεύματος ἀνεῳχθέντες οἱ οὐρανοὶ ὤφθησαν τῷ ὁσίῳ Στεφάνῳ. ὅτι τῇ δυνάμει καὶ χάριτι τοῦ ἁγίου πνεύματος ἀναπτυχθέντες οἱ οὐρανοὶ ὤφθησαν τῷ διπλοῦς στεφάνους ἀναδησαμένῳ ἀποστολῆς καὶ μαρτυρίου. φησὶν γάρ· «Στέφανος πλησθεὶς πνεύματος ἁγίου εἶδεν τοὺς οὐρανοὺς ἀνεῳγμέ νους.» ὥστε εἶναι τὸ ὑπὸ ἀρχαίου εἰρομένον· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ. 7.12ν ὅτι προγνώστης ὅτι προγινώσκει, ὡς ὁ πατὴρ καὶ ὁ υἱός· μόνης δὲ θεϊκῆς φύσεώς ἐστιν, ἀκριβῶς εἰδέναι τὰ μέλλοντα. ἡ γὰρ κτίσις πάντα μὲν τὰ ἀφ' ἑαυτῆς στοχαστικὰ προφέρει, ἐκεῖνο δὲ μόνον ἀπλανῶς καὶ ἀπαραβάτως προβλέπει, ὃ αὐτὴν διδάξῃ τὸ ἅγιον πνεῦμα. ταῖς γὰρ