1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

24

καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, ὅτε καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ». καὶ παρ' Ἰωάννῃ δέ φησιν· «δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι». 20.ν Περὶ τοῦ διὰ τὸ ὁμοούσιον καὶ ἰσοδύναμον κατοικεῖν ἐν πιστοῖς τόν τε πατέρα τόν τε υἱὸν τό τε ἅγιον πνεῦμα· καὶ πρὸς τὴν τῶν ἑτεροδόξων ἀντίθεσιν.

20.1 Εὑρήσομεν ἔτι τὸ ὁμοούσιον τῆς τριάδος καὶ ὡς ἀπαραλλάκτως πάντα

ἐστὶν αὐτῇ δυνατά, εἰ ξυνίδωμεν, ὅτι αὐτὴν μόνη ὑπὲρ τὸ ἄυλον καὶ ἀόρατον οὖσα κατ' οὐσίαν μετέχεσθαι δύναται καὶ πληροῦν ὃν ἔκτισε ναόν. 20.2 καὶ αὐτῇ οὐ τὸ πρᾶγμα τοῦτο μόνον, ἀλλὰ καὶ ἡ λέξις ἁρμόζει. 20.3 ἕπεται γὰρ τῷ μεθεκτῷ τὸ ἄτρεπτον καὶ τούτῳ τὸ ἄκτιστον, ὅ ἐστιν καὶ ἄναρχον. 20.4 οὐδὲν δὲ κτιστόν, ὅσον ἀπὸ γραφῶν συνηθείας, μετουσίας τρόπῳ μετέχεσθαι δύναται ἢ πληροῦν οὐσιωδῶς τὸν ἄνθρωπον, ἀλλὰ μόνῳ τῶν τῆς ἕξεως τῆς ἀγαθῆς ἢ τῆς φαύλης. 20.5 Μεταφορικῶς γὰρ λέγομέν τινας ἀρετῆς καὶ ἐπιστήμης πεπληρῶσθαι καὶ τεθεωρημένως προφέρειν δύνασθαι τὰ ἀρετῆς καὶ ἐπιστήμης ἐπίχειρα, ὡς οἱ ἀκραιφνῶς τῆς χάριτος τοῦ ἁγίου πνεύματος μεταλαχόντες. 20.6 Μαρτυρεῖται οὖν κατοικεῖν ἐν ἡμῖν ὅ τε πατὴρ ὅ τε υἱὸς καὶ τὸ πνεῦμα· ὡς ἡνίκα Παῦλος Κορινθίοις τὸ δεύτερον γράφει ἐκ τοῦ Ἱερεμίου· «ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ θεός· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός». καὶ πάλιν· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;» καί· «οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ;» 20.7 καὶ Ἐφεσίοις· «ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.» 20.8 Καὶ ὡς ὅταν ὁ δεσπότης ἐν Ἰωάννῃ λέγει· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται». καὶ πάλιν· «ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα». 20.9 Ἔσται δὲ τοῦτο πλέον καταφανὲς τῷ ἐπιστάνοντι, ὅτι θελήσας ὁ πάντα δυνάμενος θεὸς λόγος ἄτρεπτός τε διέμεινεν καὶ ὑπὸ τῆς παρθένου ἐκυοφορήθη. 20.10 Οἱ δὲ πάλιν ἐνίστανται ἀντιλέγοντες· «γέγραπται δῆθεν περὶ μὲν _ ̓Ανανία· «διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;» περὶ δὲ Ἰούδα, ὡς «εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς».» 20.11 Πρὸς οὓς ῥητέον, ὡς οὐ μετεχόμενος οὐδὲ τῇ ψυχῇ ὥσπερ ἐπιβατεύων, ἀλλὰ φενακίζων καὶ κακοβουλίας καὶ παλίμβολον τρόπον ἐνεργαζόμενος καὶ πάρεργον ποιῶν τῆς ἑαυτοῦ πονηρίας πληροῖ τὸν μὴ προσέχοντα τῷ. «μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ μὴ νυστάξει ὁ φυλάσσων σε». 20.12 καθ' ὃν τρόπον Ἔλυμαν τὸν υἱὸν αὐτοῦ ἐπλήρωσεν τῇ ὑποβολῇ πράξεως σατανικῆς. λέγει γὰρ αὐτῷ Παῦλος, μυσαρῷ τὴν γνώμην καὶ τὰς πράξεις τυγχάνοντι καὶ ἀνάπλεῳ τῆς διαβολικῆς ὄντι μοχθηρίας καὶ κατασοφιζομένῳ τοὺς ἁγίους, ὡς δοκεῖν ἐν αὐτῷ οἰκεῖν τὸν ἀρχέκακον πατέρα αὐτοῦ· «ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου». 20.13 ἔτι δὲ καθὼς καὶ τοὺς ψευδοπρεσβύτας ἐπὶ τῆς σεμνοπρεπεστάτης Σωσάννης ἐπλήρωσεν ἀκολάστου γνώμης· ἔχει δὲ οὑτωσί· «ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις τῆς ἀνόμου ἐννοίας». 20.14 Καὶ ἵνα μὴ ὄχλον πολὺν τῇ ἀκοῇ παρασκευάζωμεν, πολλὰ, ἃ λέγειν εἴχομεν εἰς τοῦτο, παρέντες, συντόμως ἐροῦμεν, ὡς εἴπερ κρατεῖ ὁ λόγος αὐτῶν οὗτος, ὥρα λοιπὸν μὴ μέγα οἴεσθαι τὸ τὴν θείαν γαληνότητα οἰκεῖν ἐν πιστοῖς, ἀλλ' ὡς ἔν γε δὴ μόνῳ τῷ δοκεῖν τοῦτο τὴν δόξαν ἔχειν.